<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.69-11.89</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.69-11.89</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="69">οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο</l><l n="70">νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·</l><l n="71">ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.</l><l n="72">μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν</l><l n="73">νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,</l><l n="74">ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,</l><l n="75">σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,</l><l n="76">ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.</l><l n="77">ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,</l><l n="78">τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.</l></q><l n="79"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="80">ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.</l></q><l n="81"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν</l><l n="82">ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,</l><l n="83">εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·</l><l n="84"><milestone unit="para" ed="P"/>ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,</l><l n="85">Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,</l><l n="86">τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.</l><l n="87">τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·</l><l n="88">ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,</l><l n="89">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>