<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.633-12.238</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.633-12.238</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="633">ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,</l><l n="634">μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου</l><l n="635">ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.</l><l n="636"><milestone unit="para" ed="P"/>αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους</l><l n="637">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="638">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.</l><l n="639">τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,</l><l n="640">πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.</l></q></div><div n="12" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><q type="unspecified"><l n="1">αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο</l><l n="2">νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο</l><l n="3">νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης</l><l n="4">οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,</l><l n="5">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,</l><l n="6">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·</l><l n="7">ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="8"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="9">δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης</l><l n="10">οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.</l><l n="11">φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,</l><l n="12">θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.</l><l n="13">αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,</l><l n="14">τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες</l><l n="15">πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.</l><l n="16"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα
                     Κίρκην</l><l n="17">ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα</l><l n="18">ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ</l><l n="19">σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.</l><l n="20">ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="21"><milestone unit="para" ed="P"/>σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,</l><l n="22">δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.</l><l n="23">ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον</l><l n="24">αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="25">πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα</l><l n="26">σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ</l><l n="27">ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.</l></q><l n="28"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="29">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="30">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="31">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="32">οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,</l><l n="33">ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων</l><l n="34">εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·</l><l n="35">αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.</l><milestone n="36" unit="card" ed="p"/><l n="36">καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·</l><q type="unspecified"><l n="37"><milestone unit="para" ed="P"/>ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ
                        ἄκουσον,</l><l n="38">ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.</l><l n="39">Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας</l><l n="40">ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.</l><l n="41">ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ</l><l n="42">Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα</l><l n="43">οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,</l><l n="44">ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ</l><l n="45">ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς</l><l n="46">ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.</l><l n="47">ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων</l><l n="48">κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ</l><l n="49">τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,</l><l n="50">δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε</l><l n="51">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,</l><l n="52">ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.</l><l n="53">εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,</l><l n="54">οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.</l><l n="55">αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,</l><l n="56">ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,</l><l n="57">ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς</l><l n="58">θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.</l><l n="59">ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς</l><l n="60">κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·</l><l n="61">Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.</l><l n="62">τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι</l><l n="63">τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,</l><l n="64">ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·</l><l n="65">ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.</l><l n="66">τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,</l><l n="67">ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν</l><l n="68">κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.</l><l n="69">οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,</l><l n="70">Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.</l><l n="71">καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,</l><l n="72">ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.</l><milestone n="73" unit="card" ed="p"/><l n="73"><milestone unit="para" ed="P"/>οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν
                        ἱκάνει</l><l n="74">ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε</l><l n="75">κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη</l><l n="76">κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.</l><l n="77">οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,</l><l n="78">οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·</l><l n="79">πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.</l><l n="80">μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,</l><l n="81">πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς</l><l n="82">νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.</l><l n="83">οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ</l><l n="84">τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.</l><l n="85">ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.</l><l n="86">τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς</l><l n="87">γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν</l><l n="88">γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.</l><l n="89">τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,</l><l n="90">ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ</l><l n="91">σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες</l><l n="92">πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.</l><l n="93">μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,</l><l n="94">ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,</l><l n="95">αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,</l><l n="96">δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι</l><l n="97">κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.</l><l n="98">τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται</l><l n="99">παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ</l><l n="100">φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.</l><l n="101"><milestone unit="para" ed="P"/>τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει,
                        Ὀδυσσεῦ.</l><l n="102">πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.</l><l n="103">τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·</l><l n="104">τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.</l><l n="105">τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ</l><l n="106">δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·</l><l n="107">οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.</l><l n="108">ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα</l><l n="109">νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν</l><l n="110">ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.</l></q><milestone n="111" unit="card" ed="p"/><l n="111"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><l n="112">εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,</l><l n="113">εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,</l><l n="114">τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.</l></q><l n="115"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="116">σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε</l><l n="117">καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;</l><l n="118">ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,</l><l n="119">δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·</l><l n="120">οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.</l><l n="121">ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,</l><l n="122">δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι</l><l n="123">τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.</l><l n="124">ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,</l><l n="125">μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·</l><l n="126">ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.</l><l n="127"><milestone unit="para" ed="P"/>Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ
                     πολλαὶ</l><l n="128">βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,</l><l n="129">ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,</l><l n="130">πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,</l><l n="131">οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,</l><l n="132">νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,</l><l n="133">ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.</l><l n="134">τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ</l><l n="135">Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,</l><l n="136">μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.</l><l n="137">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l><l n="138">ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·</l><l n="139">εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,</l><l n="140">νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="141">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="143">ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·</l><l n="144">αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους</l><l n="145">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="146">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.</l><l n="147">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="148">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="149">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="150">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="151">αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l><l n="152">ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.</l><milestone n="153" unit="card" ed="p"/><l n="153"><milestone unit="para" ed="P"/>δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·</l><q type="unspecified"><l n="154">ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους</l><l n="155">θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·</l><l n="156">ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν</l><l n="157">ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.</l><l n="158">Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων</l><l n="159">φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.</l><l n="160">οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ</l><l n="161">δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,</l><l n="162">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.</l><l n="163">εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,</l><l n="164">ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.</l></q><l n="165"><milestone unit="para" ed="P"/>ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·</l><l n="166">τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς</l><l n="167">νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.</l><l n="168">αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη</l><l n="169">ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.</l><l n="170">ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο</l><l n="171">καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ</l><l n="172">ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.</l><l n="173">αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ</l><l n="174">τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·</l><l n="175">αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς</l><l n="176">Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·</l><l n="177">ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.</l><l n="178">οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε</l><l n="179">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·</l><l n="180">αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="181">ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,</l><l n="182">ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς</l><l n="183">ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·</l><q type="unspecified"><l n="184"><milestone unit="para" ed="P"/>δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος
                     Ἀχαιῶν,</l><l n="185">νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.</l><l n="186">οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,</l><l n="187">πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,</l><l n="188">ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.</l><l n="189">ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="190">Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,</l><l n="191">ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ</l><l n="193">ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους</l><l n="194">ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.</l><l n="195">αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε</l><l n="196">πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.</l><l n="197">αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα</l><l n="198">φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,</l><l n="199">αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,</l><l n="200">ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.</l><l n="201"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα</l><l n="202">καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.</l><l n="203">τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,</l><l n="204">βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ</l><l n="205">νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.</l><l n="206">αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους</l><l n="207">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="208"><milestone unit="para" ed="P"/> ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές
                     εἰμεν·</l><l n="209">οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ</l><l n="210">εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·</l><l n="211">ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,</l><l n="212">ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.</l><l n="213">νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.</l><l n="214">ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν</l><l n="215">τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς</l><l n="216">δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·</l><l n="217">σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ</l><l n="218">βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.</l><l n="219">τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε</l><l n="220">νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι</l><l n="221">κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.</l></q><l n="222"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.</l><l n="223">Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,</l><l n="224">μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι</l><l n="225">εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.</l><l n="226">καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς</l><l n="227">λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·</l><l n="228">αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε</l><l n="229">μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον</l><l n="230">πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι</l><l n="231">Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.</l><l n="232">οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε</l><l n="233">πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.</l><milestone n="234" unit="card" ed="p"/><l n="234"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·</l><l n="235">ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις</l><l n="236">δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.</l><l n="237">ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ</l><l n="238">πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>