<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.603-12.37</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.603-12.37</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="603">τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,</l><l n="604">παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.</l><l n="605">ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,</l><l n="606">πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,</l><l n="607">γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,</l><l n="608">δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.</l><l n="609">σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ</l><l n="610">χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,</l><l n="611">ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,</l><l n="612">ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.</l><l n="613">μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,</l><l n="614">ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.</l><l n="615">ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,</l><l n="616">καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="617"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="618">ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,</l><l n="619">ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.</l><l n="620">Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν</l><l n="621">εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ</l><l n="622">δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.</l><l n="623">καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον</l><l n="624">φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·</l><l n="625">τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·</l><l n="626">Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.</l></q><l n="627"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,</l><l n="628">αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι</l><l n="629">ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.</l><l n="630">καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,</l><l n="631">Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·</l><l n="632">ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν</l><l n="633">ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,</l><l n="634">μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου</l><l n="635">ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.</l><l n="636"><milestone unit="para" ed="P"/>αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους</l><l n="637">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="638">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.</l><l n="639">τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,</l><l n="640">πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.</l></q></div><div n="12" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><q type="unspecified"><l n="1">αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο</l><l n="2">νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο</l><l n="3">νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης</l><l n="4">οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,</l><l n="5">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,</l><l n="6">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·</l><l n="7">ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="8"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="9">δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης</l><l n="10">οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.</l><l n="11">φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,</l><l n="12">θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.</l><l n="13">αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,</l><l n="14">τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες</l><l n="15">πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.</l><l n="16"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα
                     Κίρκην</l><l n="17">ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα</l><l n="18">ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ</l><l n="19">σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.</l><l n="20">ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="21"><milestone unit="para" ed="P"/>σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,</l><l n="22">δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.</l><l n="23">ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον</l><l n="24">αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="25">πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα</l><l n="26">σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ</l><l n="27">ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.</l></q><l n="28"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="29">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="30">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="31">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="32">οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,</l><l n="33">ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων</l><l n="34">εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·</l><l n="35">αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.</l><milestone n="36" unit="card" ed="p"/><l n="36">καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·</l><q type="unspecified"><l n="37"><milestone unit="para" ed="P"/>ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ
                        ἄκουσον,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>