<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.6-11.26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.6-11.26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="6">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="7">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="8">Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="9">ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l><l n="10">ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.</l><l n="11">τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·</l><l n="12">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.</l><l n="13"><milestone unit="para" ed="P"/>ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.</l><l n="14">ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,</l><l n="15">ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς</l><l n="16">ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,</l><l n="17">οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,</l><l n="18">οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,</l><l n="19">ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.</l><l n="20">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα</l><l n="21">εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο</l><l n="22">ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.</l><l n="23"><milestone unit="para" ed="P"/>ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε</l><l n="24">ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="25">βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,</l><l n="26">ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>