<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.597-11.633</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.597-11.633</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="597">ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·</l><l n="598">αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.</l><l n="599">αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς</l><l n="600">ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.</l><milestone n="601" unit="card" ed="p"/><l n="601"><milestone unit="para" ed="P"/>τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,</l><l n="602">εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι</l><l n="603">τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,</l><l n="604">παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.</l><l n="605">ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,</l><l n="606">πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,</l><l n="607">γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,</l><l n="608">δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.</l><l n="609">σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ</l><l n="610">χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,</l><l n="611">ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,</l><l n="612">ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.</l><l n="613">μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,</l><l n="614">ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.</l><l n="615">ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,</l><l n="616">καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="617"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="618">ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,</l><l n="619">ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.</l><l n="620">Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν</l><l n="621">εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ</l><l n="622">δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.</l><l n="623">καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον</l><l n="624">φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·</l><l n="625">τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·</l><l n="626">Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.</l></q><l n="627"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,</l><l n="628">αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι</l><l n="629">ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.</l><l n="630">καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,</l><l n="631">Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·</l><l n="632">ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν</l><l n="633">ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>