<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.522-11.630</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.522-11.630</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="522">κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.</l><l n="523">αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,</l><l n="524">Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,</l><l n="525">ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,</l><l n="526">ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες</l><l n="527">δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·</l><l n="528">κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν</l><l n="529">οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν</l><l n="530">δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν</l><l n="531">ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην</l><l n="532">καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.</l><l n="533">ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="534">μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν</l><l n="535">ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ</l><l n="536">οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ</l><l n="537">γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.</l></q><milestone n="538" unit="card" ed="p"/><l n="538"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο</l><l n="539">φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="540">γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.</l><l n="541"><milestone unit="para" ed="P"/>αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων</l><l n="542">ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.</l><l n="543">οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο</l><l n="544">νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,</l><l n="545">τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ</l><l n="546">τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.</l><l n="547">παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.</l><l n="548">ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·</l><l n="549">τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,</l><l n="550">Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο</l><l n="551">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="552">τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·</l><q type="unspecified"><l n="553"><milestone unit="para" ed="P"/> Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ
                        ἔμελλες</l><l n="554">οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων</l><l n="555">οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,</l><l n="556">τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ</l><l n="557">ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο</l><l n="558">ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος</l><l n="559">αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων</l><l n="560">ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.</l><l n="561">ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς</l><l n="562">ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.</l></q><l n="563"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ
                     ἄλλας</l><l n="564">ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.</l><l n="565">ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·</l><l n="566">ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="567">τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.</l><milestone n="567" unit="card" ed="p"/><l n="568"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,</l><l n="569">χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,</l><l n="570">ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,</l><l n="571">ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.</l><l n="572"><milestone unit="para" ed="P"/>τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα</l><l n="573">θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="574">τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι</l><l n="575">χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.</l><l n="576"><milestone unit="para" ed="P"/>καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,</l><l n="577">κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,</l><l n="578">γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,</l><l n="579">δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·</l><l n="580">Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,</l><l n="581">Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.</l><l n="582"><milestone unit="para" ed="P"/>καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ
                     ἔχοντα</l><l n="583">ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·</l><l n="584">στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·</l><l n="585">ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,</l><l n="586">τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ</l><l n="587">γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.</l><l n="588">δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,</l><l n="589">ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι</l><l n="590">συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·</l><l n="591">τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,</l><l n="592">τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.</l><l n="593"><milestone unit="para" ed="P"/>καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ
                     ἔχοντα</l><l n="594">λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.</l><l n="595">ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε</l><l n="596">λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι</l><l n="597">ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·</l><l n="598">αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.</l><l n="599">αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς</l><l n="600">ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.</l><milestone n="601" unit="card" ed="p"/><l n="601"><milestone unit="para" ed="P"/>τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,</l><l n="602">εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι</l><l n="603">τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,</l><l n="604">παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.</l><l n="605">ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,</l><l n="606">πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,</l><l n="607">γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,</l><l n="608">δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.</l><l n="609">σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ</l><l n="610">χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,</l><l n="611">ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,</l><l n="612">ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.</l><l n="613">μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,</l><l n="614">ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.</l><l n="615">ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,</l><l n="616">καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="617"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="618">ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,</l><l n="619">ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.</l><l n="620">Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν</l><l n="621">εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ</l><l n="622">δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.</l><l n="623">καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον</l><l n="624">φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·</l><l n="625">τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·</l><l n="626">Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.</l></q><l n="627"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,</l><l n="628">αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι</l><l n="629">ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.</l><l n="630">καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>