<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.51-11.80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.51-11.80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="51"><milestone unit="para" ed="P"/>πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·</l><l n="52">οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·</l><l n="53">σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς</l><l n="54">ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.</l><l n="55">τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,</l><l n="56">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;</l><l n="58">ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.</l></q><l n="59"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="60">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="61">ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.</l><l n="62">Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα</l><l n="63">ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,</l><l n="64">ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν</l><l n="65">ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.</l><l n="66">νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,</l><l n="67">πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,</l><l n="68">Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·</l><l n="69">οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο</l><l n="70">νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·</l><l n="71">ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.</l><l n="72">μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν</l><l n="73">νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,</l><l n="74">ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,</l><l n="75">σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,</l><l n="76">ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.</l><l n="77">ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,</l><l n="78">τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.</l></q><l n="79"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="80">ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>