<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.49-11.408</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.49-11.408</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="49">ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα</l><l n="50">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l><milestone n="51" unit="card" ed="p"/><l n="51"><milestone unit="para" ed="P"/>πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·</l><l n="52">οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·</l><l n="53">σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς</l><l n="54">ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.</l><l n="55">τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,</l><l n="56">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;</l><l n="58">ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.</l></q><l n="59"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="60">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="61">ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.</l><l n="62">Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα</l><l n="63">ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,</l><l n="64">ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν</l><l n="65">ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.</l><l n="66">νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,</l><l n="67">πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,</l><l n="68">Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·</l><l n="69">οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο</l><l n="70">νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·</l><l n="71">ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.</l><l n="72">μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν</l><l n="73">νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,</l><l n="74">ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,</l><l n="75">σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,</l><l n="76">ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.</l><l n="77">ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,</l><l n="78">τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.</l></q><l n="79"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="80">ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.</l></q><l n="81"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν</l><l n="82">ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,</l><l n="83">εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·</l><l n="84"><milestone unit="para" ed="P"/>ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,</l><l n="85">Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,</l><l n="86">τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.</l><l n="87">τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·</l><l n="88">ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,</l><l n="89">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l><l n="90"><milestone unit="para" ed="P"/>ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο</l><l n="91">χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·</l><q type="unspecified"><l n="92">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="93">τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο</l><l n="94">ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;</l><l n="95">ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,</l><l n="96">αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.</l></q><milestone n="97" unit="card" ed="p"/><l n="97"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος
                     ἀργυρόηλον</l><l n="98">κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,</l><l n="99">καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·</l><q type="unspecified"><l n="100"><milestone unit="para" ed="P"/>νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·</l><l n="101">τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω</l><l n="102">λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ</l><l n="103">χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.</l><l n="104">ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,</l><l n="105">αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,</l><l n="106">ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα</l><l n="107">Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,</l><l n="108">βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα</l><l n="109">Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.</l><l n="110">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l><l n="111">καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·</l><l n="112">εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,</l><l n="113">νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="114">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,</l><l n="115">νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,</l><l n="116">ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι</l><l n="117">μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.</l><l n="118">ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·</l><l n="119">αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="120">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,</l><l n="121">ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,</l><l n="122">εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν</l><l n="123">ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·</l><l n="124">οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους</l><l n="125">οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.</l><l n="126">σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·</l><l n="127">ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης</l><l n="128">φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,</l><l n="129">καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,</l><l n="130">ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,</l><l n="131">ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,</l><l n="132">οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας</l><l n="133">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="134">πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ</l><l n="135">ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ</l><l n="136">γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ</l><l n="137">ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.</l></q><milestone n="138" unit="card" ed="p"/><l n="138"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="139">Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.</l><l n="140">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="141">μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·</l><l n="142">ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν</l><l n="143">ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.</l><l n="144">εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;</l></q><l n="145"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><q type="unspecified"><l n="146">ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.</l><l n="147">ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων</l><l n="148">αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·</l><l n="149">ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.</l></q><l n="150"><milestone unit="para" ed="P"/>ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω</l><l n="151">Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·</l><l n="152">αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ</l><l n="153">ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,</l><l n="154">καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="155"><milestone unit="para" ed="P"/>τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα</l><l n="156">ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.</l><l n="157">μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,</l><l n="158">Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι</l><l n="159">πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.</l><l n="160">ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις</l><l n="161">νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες</l><l n="162">εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;</l></q><l n="163"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="164">μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο</l><l n="165">ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·</l><l n="166">οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς</l><l n="167">γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,</l><l n="168">ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ</l><l n="169">Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.</l><l n="170">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="171">τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;</l><l n="172">ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα</l><l n="173">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;</l><l n="174">εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,</l><l n="175">ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη</l><l n="176">ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.</l><l n="177">εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,</l><l n="178">ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει</l><l n="179">ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.</l></q><milestone n="180" unit="card" ed="p"/><l n="180"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·</l><q type="unspecified"><l n="181">καὶ λίην κείνη γε μένει τετληότι θυμῷ</l><l n="182">σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ</l><l n="183">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l><l n="184">σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος</l><l n="185">Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας</l><l n="186">δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·</l><l n="187">πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει</l><l n="188">ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ</l><l n="189">δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,</l><l n="190">ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,</l><l n="191">ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·</l><l n="192">αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,</l><l n="193">πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο</l><l n="194">φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.</l><l n="195">ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει</l><l n="196">σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.</l><l n="197">οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·</l><l n="198">οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα</l><l n="199">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,</l><l n="200">οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα</l><l n="201">τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·</l><l n="202">ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,</l><l n="203">σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.</l></q><l n="204"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ
                     μερμηρίξας</l><l n="205">μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.</l><l n="206">τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,</l><l n="207">τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ</l><l n="208">ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,</l><l n="209">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="210"><milestone unit="para" ed="P"/>μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν
                        μεμαῶτα,</l><l n="211">ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε</l><l n="212">ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;</l><l n="213">ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια</l><l n="214">ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;</l></q><l n="215"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·</l><q type="unspecified"><l n="216">ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,</l><l n="217">οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,</l><l n="218">ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·</l><l n="219">οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,</l><l n="220">ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο</l><l n="221">δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,</l><l n="222">ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.</l><l n="223">ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα</l><l n="224">ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.</l></q><milestone n="225" unit="card" ed="p"/><l n="225"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ
                     γυναῖκες</l><l n="226">ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,</l><l n="227">ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.</l><l n="228">αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,</l><l n="229">αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.</l><l n="230">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·</l><l n="231">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ</l><l n="232">οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.</l><l n="233">αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη</l><l n="234">ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.</l><l n="235"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,</l><l n="236">ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,</l><l n="237">φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·</l><l n="238">ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,</l><l n="239">ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,</l><l n="240">καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.</l><l n="241">τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος</l><l n="242">ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·</l><l n="243">πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,</l><l n="244">κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.</l><l n="245">λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.</l><l n="246">αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,</l><l n="247">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="248"><milestone unit="para" ed="P"/>χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ
                        ἐνιαυτοῦ</l><l n="249">τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ</l><l n="250">ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.</l><l n="251">νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·</l><l n="252">αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.</l></q><l n="253"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="254">ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,</l><l n="255">τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην</l><l n="256">ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ</l><l n="257">ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.</l><l n="258">τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,</l><l n="259">Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.</l><l n="260"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,</l><l n="261">ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,</l><l n="262">καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,</l><l n="263">οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,</l><l n="264">πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο</l><l n="265">ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.</l><l n="266"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος
                     ἄκοιτιν,</l><l n="267">ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα</l><l n="268">γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·</l><l n="269">καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,</l><l n="270">τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.</l><milestone n="271" unit="card" ed="p"/><l n="271"><milestone unit="para" ed="P"/>μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,</l><l n="272">ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο</l><l n="273">γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας</l><l n="274">γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.</l><l n="275">ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων</l><l n="276">Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·</l><l n="277">ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,</l><l n="278">ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,</l><l n="279">ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω</l><l n="280">πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.</l><l n="281"><milestone unit="para" ed="P"/>καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς</l><l n="282">γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="283">ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,</l><l n="284">ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·</l><l n="285">ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,</l><l n="286">Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.</l><l n="287">τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,</l><l n="288">τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς</l><l n="289">τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους</l><l n="290">ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης</l><l n="291">ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων</l><l n="292">ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,</l><l n="293">δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.</l><l n="294">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο</l><l n="295">ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,</l><l n="296">καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,</l><l n="297">θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.</l><l n="298"><milestone unit="para" ed="P"/>καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,</l><l n="299">ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,</l><l n="300">Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,</l><l n="301">τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·</l><l n="302">οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες</l><l n="303">ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε</l><l n="304">τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.</l><l n="305"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν</l><l n="306">εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,</l><l n="307">καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,</l><l n="308">Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,</l><l n="309">οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα</l><l n="310">καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·</l><l n="311">ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν</l><l n="312">εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.</l><l n="313">οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ</l><l n="314">φυλόπιδα στήσειν πολυάικος πολέμοιο.</l><l n="315">Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ</l><l n="316">Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.</l><l n="317">καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·</l><l n="318">ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,</l><l n="319">ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους</l><l n="320">ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.</l><milestone n="321" unit="card" ed="p"/><l n="321"><milestone unit="para" ed="P"/>Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ
                     Ἀριάδνην,</l><l n="322">κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς</l><l n="323">ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων</l><l n="324">ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα</l><l n="325">Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.</l><l n="326"><milestone unit="para" ed="P"/>Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ
                     Ἐριφύλην,</l><l n="327">ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.</l><l n="328">πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="329">ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·</l><l n="330">πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη</l><l n="331">εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους</l><l n="332">ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.</l></q><l n="333"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,</l><l n="334">κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="335">τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.</l><q type="unspecified"><l n="336"><milestone unit="para" ed="P"/>Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι</l><l n="337">εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;</l><l n="338">ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="339">τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα</l><l n="340">οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν</l><l n="341">κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.</l></q><l n="342"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,</l><l n="343">ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·</l><q type="unspecified"><l n="344">ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης</l><l n="345">μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.</l><l n="346">Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.</l></q><l n="347"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="348">τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε</l><l n="349">ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·</l><l n="350">ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων</l><l n="351">ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν</l><l n="352">δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει</l><l n="353">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.</l></q><l n="354"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="355">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="356">εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,</l><l n="357">πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,</l><l n="358">καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,</l><l n="359">πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·</l><l n="360">καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην</l><l n="361">πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="362"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="363">ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,</l><l n="364">ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς</l><l n="365">βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,</l><l n="366">ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·</l><l n="367">σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.</l><l n="368">μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,</l><l n="369">πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.</l><l n="370">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="371">εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ</l><l n="372">Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.</l><l n="373">νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη</l><l n="374">εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.</l><l n="375">καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ</l><l n="376">τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.</l></q><l n="377"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="378">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="379">ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·</l><l n="380">εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε</l><l n="381">τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,</l><l n="382">κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,</l><l n="383">οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,</l><l n="384">ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.</l><l n="385"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ</l><l n="386">ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,</l><l n="387">ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="388">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ</l><l n="389">οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.</l><l n="390">ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·</l><l n="391">κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,</l><l n="392">πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·</l><l n="393">ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,</l><l n="394">οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.</l><l n="395"><milestone unit="para" ed="P"/>τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,</l><l n="396">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="397">Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="398">τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;</l><l n="399">ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν</l><l n="400">ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;</l><l n="401">ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου</l><l n="402">βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,</l><l n="403">ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;</l></q><milestone n="404" unit="card" ed="p"/><l n="404"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·</l><q type="unspecified"><l n="405">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="406">οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν</l><l n="407">ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,</l><l n="408">οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>