<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.456-11.578</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.456-11.578</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="456">νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.</l><l n="457">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="458">εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,</l><l n="459">ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,</l><l n="460">ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·</l><l n="461">οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.</l></q><l n="462"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="463">Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,</l><l n="464">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.</l></q><l n="465"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν</l><l n="466">ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·</l><l n="467">ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος</l><l n="468">καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο</l><l n="469">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="470">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="471">ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο</l><l n="472">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="473"><milestone unit="para" ed="P"/> διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="474">σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;</l><l n="475">πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ</l><l n="476">ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;</l></q><l n="477"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="478">ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,</l><l n="479">ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν</l><l n="480">εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·</l><l n="481">οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς</l><l n="482">γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,</l><l n="483">οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.</l><l n="484">πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν</l><l n="485">Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν</l><l n="486">ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.</l></q><milestone n="486" unit="card" ed="p"/><l n="487"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·</l><q type="unspecified"><l n="488">μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.</l><l n="489">βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,</l><l n="490">ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,</l><l n="491">ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.</l><l n="492">ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,</l><l n="493">ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.</l><l n="494">εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,</l><l n="495">ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,</l><l n="496">ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,</l><l n="497">οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.</l><l n="498">οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,</l><l n="499">τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="500">πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·</l><l n="501">εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·</l><l n="502">τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,</l><l n="503">οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.</l></q><l n="504"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="505">ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,</l><l n="506">αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο</l><l n="507">πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·</l><l n="508">αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης</l><l n="509">ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.</l><l n="510">ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,</l><l n="511">αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·</l><l n="512">Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.</l><l n="513">αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,</l><l n="514">οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,</l><l n="515">ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,</l><l n="516">πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.</l><l n="517">πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="518">ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,</l><l n="519">ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,</l><l n="520">ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="521">Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.</l><l n="522">κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.</l><l n="523">αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,</l><l n="524">Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,</l><l n="525">ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,</l><l n="526">ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες</l><l n="527">δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·</l><l n="528">κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν</l><l n="529">οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν</l><l n="530">δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν</l><l n="531">ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην</l><l n="532">καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.</l><l n="533">ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="534">μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν</l><l n="535">ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ</l><l n="536">οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ</l><l n="537">γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.</l></q><milestone n="538" unit="card" ed="p"/><l n="538"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο</l><l n="539">φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="540">γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.</l><l n="541"><milestone unit="para" ed="P"/>αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων</l><l n="542">ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.</l><l n="543">οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο</l><l n="544">νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,</l><l n="545">τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ</l><l n="546">τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.</l><l n="547">παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.</l><l n="548">ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·</l><l n="549">τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,</l><l n="550">Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο</l><l n="551">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="552">τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·</l><q type="unspecified"><l n="553"><milestone unit="para" ed="P"/> Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ
                        ἔμελλες</l><l n="554">οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων</l><l n="555">οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,</l><l n="556">τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ</l><l n="557">ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο</l><l n="558">ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος</l><l n="559">αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων</l><l n="560">ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.</l><l n="561">ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς</l><l n="562">ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.</l></q><l n="563"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ
                     ἄλλας</l><l n="564">ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.</l><l n="565">ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·</l><l n="566">ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="567">τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.</l><milestone n="567" unit="card" ed="p"/><l n="568"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,</l><l n="569">χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,</l><l n="570">ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,</l><l n="571">ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.</l><l n="572"><milestone unit="para" ed="P"/>τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα</l><l n="573">θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="574">τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι</l><l n="575">χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.</l><l n="576"><milestone unit="para" ed="P"/>καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,</l><l n="577">κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,</l><l n="578">γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>