<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.453-11.527</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.453-11.527</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="453">ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.</l><l n="454">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="455">κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν</l><l n="456">νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.</l><l n="457">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="458">εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,</l><l n="459">ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,</l><l n="460">ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·</l><l n="461">οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.</l></q><l n="462"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="463">Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,</l><l n="464">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.</l></q><l n="465"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν</l><l n="466">ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·</l><l n="467">ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος</l><l n="468">καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο</l><l n="469">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="470">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="471">ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο</l><l n="472">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="473"><milestone unit="para" ed="P"/> διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="474">σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;</l><l n="475">πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ</l><l n="476">ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;</l></q><l n="477"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="478">ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,</l><l n="479">ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν</l><l n="480">εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·</l><l n="481">οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς</l><l n="482">γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,</l><l n="483">οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.</l><l n="484">πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν</l><l n="485">Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν</l><l n="486">ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.</l></q><milestone n="486" unit="card" ed="p"/><l n="487"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·</l><q type="unspecified"><l n="488">μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.</l><l n="489">βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,</l><l n="490">ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,</l><l n="491">ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.</l><l n="492">ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,</l><l n="493">ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.</l><l n="494">εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,</l><l n="495">ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,</l><l n="496">ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,</l><l n="497">οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.</l><l n="498">οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,</l><l n="499">τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="500">πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·</l><l n="501">εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·</l><l n="502">τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,</l><l n="503">οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.</l></q><l n="504"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="505">ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,</l><l n="506">αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο</l><l n="507">πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·</l><l n="508">αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης</l><l n="509">ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.</l><l n="510">ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,</l><l n="511">αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·</l><l n="512">Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.</l><l n="513">αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,</l><l n="514">οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,</l><l n="515">ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,</l><l n="516">πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.</l><l n="517">πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="518">ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,</l><l n="519">ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,</l><l n="520">ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="521">Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.</l><l n="522">κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.</l><l n="523">αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,</l><l n="524">Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,</l><l n="525">ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,</l><l n="526">ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες</l><l n="527">δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>