<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.444-11.461</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.444-11.461</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="444">ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·</l><l n="445">λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε</l><l n="446">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.</l><l n="447">ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς</l><l n="448">ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ</l><l n="449">νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,</l><l n="450">ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,</l><l n="451">καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.</l><l n="452">ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις</l><l n="453">ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.</l><l n="454">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="455">κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν</l><l n="456">νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.</l><l n="457">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="458">εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,</l><l n="459">ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,</l><l n="460">ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·</l><l n="461">οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>