<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.427-12.58</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.427-12.58</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="427">ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,</l><l n="428">ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·</l><l n="429">οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,</l><l n="430">κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε</l><l n="431">ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν</l><l n="432">οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα</l><l n="433">οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω</l><l n="434">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.</l></q><l n="435"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="436">ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς</l><l n="437">ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς</l><l n="438">ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,</l><l n="439">σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.</l></q><milestone n="440" unit="card" ed="p"/><l n="440"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·</l><q type="unspecified"><l n="441">τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·</l><l n="442">μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,</l><l n="443">ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.</l><l n="444">ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·</l><l n="445">λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε</l><l n="446">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.</l><l n="447">ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς</l><l n="448">ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ</l><l n="449">νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,</l><l n="450">ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,</l><l n="451">καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.</l><l n="452">ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις</l><l n="453">ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.</l><l n="454">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="455">κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν</l><l n="456">νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.</l><l n="457">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="458">εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,</l><l n="459">ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,</l><l n="460">ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·</l><l n="461">οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.</l></q><l n="462"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="463">Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,</l><l n="464">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.</l></q><l n="465"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν</l><l n="466">ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·</l><l n="467">ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος</l><l n="468">καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο</l><l n="469">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="470">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="471">ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο</l><l n="472">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="473"><milestone unit="para" ed="P"/> διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="474">σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;</l><l n="475">πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ</l><l n="476">ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;</l></q><l n="477"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="478">ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,</l><l n="479">ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν</l><l n="480">εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·</l><l n="481">οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς</l><l n="482">γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,</l><l n="483">οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.</l><l n="484">πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν</l><l n="485">Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν</l><l n="486">ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.</l></q><milestone n="486" unit="card" ed="p"/><l n="487"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·</l><q type="unspecified"><l n="488">μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.</l><l n="489">βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,</l><l n="490">ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,</l><l n="491">ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.</l><l n="492">ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,</l><l n="493">ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.</l><l n="494">εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,</l><l n="495">ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,</l><l n="496">ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,</l><l n="497">οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.</l><l n="498">οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,</l><l n="499">τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ</l><l n="500">πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·</l><l n="501">εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·</l><l n="502">τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,</l><l n="503">οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.</l></q><l n="504"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="505">ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,</l><l n="506">αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο</l><l n="507">πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·</l><l n="508">αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης</l><l n="509">ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.</l><l n="510">ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,</l><l n="511">αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·</l><l n="512">Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.</l><l n="513">αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,</l><l n="514">οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,</l><l n="515">ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,</l><l n="516">πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.</l><l n="517">πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="518">ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,</l><l n="519">ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,</l><l n="520">ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="521">Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.</l><l n="522">κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.</l><l n="523">αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,</l><l n="524">Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,</l><l n="525">ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,</l><l n="526">ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες</l><l n="527">δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·</l><l n="528">κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν</l><l n="529">οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν</l><l n="530">δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν</l><l n="531">ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην</l><l n="532">καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.</l><l n="533">ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="534">μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν</l><l n="535">ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ</l><l n="536">οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ</l><l n="537">γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.</l></q><milestone n="538" unit="card" ed="p"/><l n="538"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο</l><l n="539">φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="540">γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.</l><l n="541"><milestone unit="para" ed="P"/>αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων</l><l n="542">ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.</l><l n="543">οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο</l><l n="544">νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,</l><l n="545">τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ</l><l n="546">τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.</l><l n="547">παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.</l><l n="548">ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·</l><l n="549">τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,</l><l n="550">Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο</l><l n="551">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="552">τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·</l><q type="unspecified"><l n="553"><milestone unit="para" ed="P"/> Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ
                        ἔμελλες</l><l n="554">οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων</l><l n="555">οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,</l><l n="556">τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ</l><l n="557">ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο</l><l n="558">ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος</l><l n="559">αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων</l><l n="560">ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.</l><l n="561">ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς</l><l n="562">ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.</l></q><l n="563"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ
                     ἄλλας</l><l n="564">ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.</l><l n="565">ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·</l><l n="566">ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="567">τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.</l><milestone n="567" unit="card" ed="p"/><l n="568"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,</l><l n="569">χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,</l><l n="570">ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,</l><l n="571">ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.</l><l n="572"><milestone unit="para" ed="P"/>τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα</l><l n="573">θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="574">τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι</l><l n="575">χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.</l><l n="576"><milestone unit="para" ed="P"/>καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,</l><l n="577">κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,</l><l n="578">γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,</l><l n="579">δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·</l><l n="580">Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,</l><l n="581">Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.</l><l n="582"><milestone unit="para" ed="P"/>καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ
                     ἔχοντα</l><l n="583">ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·</l><l n="584">στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·</l><l n="585">ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,</l><l n="586">τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ</l><l n="587">γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.</l><l n="588">δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,</l><l n="589">ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι</l><l n="590">συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·</l><l n="591">τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,</l><l n="592">τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.</l><l n="593"><milestone unit="para" ed="P"/>καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ
                     ἔχοντα</l><l n="594">λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.</l><l n="595">ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε</l><l n="596">λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι</l><l n="597">ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·</l><l n="598">αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.</l><l n="599">αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς</l><l n="600">ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.</l><milestone n="601" unit="card" ed="p"/><l n="601"><milestone unit="para" ed="P"/>τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,</l><l n="602">εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι</l><l n="603">τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,</l><l n="604">παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.</l><l n="605">ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,</l><l n="606">πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,</l><l n="607">γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,</l><l n="608">δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.</l><l n="609">σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ</l><l n="610">χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,</l><l n="611">ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,</l><l n="612">ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.</l><l n="613">μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,</l><l n="614">ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.</l><l n="615">ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,</l><l n="616">καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="617"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="618">ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,</l><l n="619">ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.</l><l n="620">Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν</l><l n="621">εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ</l><l n="622">δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.</l><l n="623">καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον</l><l n="624">φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·</l><l n="625">τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·</l><l n="626">Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.</l></q><l n="627"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,</l><l n="628">αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι</l><l n="629">ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.</l><l n="630">καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,</l><l n="631">Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·</l><l n="632">ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν</l><l n="633">ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,</l><l n="634">μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου</l><l n="635">ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.</l><l n="636"><milestone unit="para" ed="P"/>αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους</l><l n="637">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="638">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.</l><l n="639">τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,</l><l n="640">πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.</l></q></div><div n="12" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><q type="unspecified"><l n="1">αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο</l><l n="2">νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο</l><l n="3">νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης</l><l n="4">οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,</l><l n="5">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,</l><l n="6">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·</l><l n="7">ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="8"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="9">δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης</l><l n="10">οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.</l><l n="11">φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,</l><l n="12">θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.</l><l n="13">αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,</l><l n="14">τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες</l><l n="15">πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.</l><l n="16"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα
                     Κίρκην</l><l n="17">ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα</l><l n="18">ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ</l><l n="19">σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.</l><l n="20">ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="21"><milestone unit="para" ed="P"/>σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,</l><l n="22">δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.</l><l n="23">ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον</l><l n="24">αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="25">πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα</l><l n="26">σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ</l><l n="27">ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.</l></q><l n="28"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="29">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="30">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="31">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="32">οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,</l><l n="33">ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων</l><l n="34">εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·</l><l n="35">αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.</l><milestone n="36" unit="card" ed="p"/><l n="36">καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·</l><q type="unspecified"><l n="37"><milestone unit="para" ed="P"/>ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ
                        ἄκουσον,</l><l n="38">ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.</l><l n="39">Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας</l><l n="40">ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.</l><l n="41">ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ</l><l n="42">Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα</l><l n="43">οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,</l><l n="44">ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ</l><l n="45">ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς</l><l n="46">ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.</l><l n="47">ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων</l><l n="48">κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ</l><l n="49">τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,</l><l n="50">δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε</l><l n="51">ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,</l><l n="52">ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.</l><l n="53">εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,</l><l n="54">οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.</l><l n="55">αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,</l><l n="56">ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,</l><l n="57">ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς</l><l n="58">θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>