<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.420-11.449</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.420-11.449</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="420">κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.</l><l n="421">οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,</l><l n="422">Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις</l><l n="423">ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων</l><l n="424">βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις</l><l n="425">νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο</l><l n="426">χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.</l><l n="427">ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,</l><l n="428">ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·</l><l n="429">οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,</l><l n="430">κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε</l><l n="431">ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν</l><l n="432">οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα</l><l n="433">οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω</l><l n="434">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.</l></q><l n="435"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="436">ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς</l><l n="437">ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς</l><l n="438">ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,</l><l n="439">σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.</l></q><milestone n="440" unit="card" ed="p"/><l n="440"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·</l><q type="unspecified"><l n="441">τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·</l><l n="442">μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,</l><l n="443">ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.</l><l n="444">ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·</l><l n="445">λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε</l><l n="446">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.</l><l n="447">ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς</l><l n="448">ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ</l><l n="449">νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>