<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.417-11.434</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.417-11.434</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="417">μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·</l><l n="418">ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,</l><l n="419">ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας</l><l n="420">κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.</l><l n="421">οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,</l><l n="422">Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις</l><l n="423">ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων</l><l n="424">βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις</l><l n="425">νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο</l><l n="426">χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.</l><l n="427">ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,</l><l n="428">ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·</l><l n="429">οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,</l><l n="430">κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε</l><l n="431">ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν</l><l n="432">οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα</l><l n="433">οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω</l><l n="434">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>