<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.384-11.404</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.384-11.404</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="384">ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.</l><l n="385"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ</l><l n="386">ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,</l><l n="387">ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="388">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ</l><l n="389">οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.</l><l n="390">ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·</l><l n="391">κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,</l><l n="392">πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·</l><l n="393">ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,</l><l n="394">οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.</l><l n="395"><milestone unit="para" ed="P"/>τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,</l><l n="396">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="397">Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="398">τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;</l><l n="399">ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν</l><l n="400">ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;</l><l n="401">ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου</l><l n="402">βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,</l><l n="403">ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;</l></q><milestone n="404" unit="card" ed="p"/><l n="404"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>