<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.377-11.482</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.377-11.482</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><l n="377"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="378">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="379">ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·</l><l n="380">εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε</l><l n="381">τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,</l><l n="382">κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,</l><l n="383">οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,</l><l n="384">ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.</l><l n="385"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ</l><l n="386">ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,</l><l n="387">ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="388">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ</l><l n="389">οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.</l><l n="390">ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·</l><l n="391">κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,</l><l n="392">πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·</l><l n="393">ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,</l><l n="394">οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.</l><l n="395"><milestone unit="para" ed="P"/>τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,</l><l n="396">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="397">Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="398">τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;</l><l n="399">ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν</l><l n="400">ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;</l><l n="401">ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου</l><l n="402">βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,</l><l n="403">ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;</l></q><milestone n="404" unit="card" ed="p"/><l n="404"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·</l><q type="unspecified"><l n="405">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="406">οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν</l><l n="407">ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,</l><l n="408">οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,</l><l n="409">ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε</l><l n="410">ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,</l><l n="411">δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.</l><l n="412">ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι</l><l n="413">νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,</l><l n="414">οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο</l><l n="415">ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.</l><l n="416">ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,</l><l n="417">μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·</l><l n="418">ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,</l><l n="419">ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας</l><l n="420">κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.</l><l n="421">οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,</l><l n="422">Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις</l><l n="423">ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων</l><l n="424">βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις</l><l n="425">νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο</l><l n="426">χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.</l><l n="427">ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,</l><l n="428">ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·</l><l n="429">οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,</l><l n="430">κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε</l><l n="431">ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν</l><l n="432">οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα</l><l n="433">οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω</l><l n="434">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.</l></q><l n="435"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="436">ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς</l><l n="437">ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς</l><l n="438">ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,</l><l n="439">σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.</l></q><milestone n="440" unit="card" ed="p"/><l n="440"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·</l><q type="unspecified"><l n="441">τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·</l><l n="442">μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,</l><l n="443">ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.</l><l n="444">ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·</l><l n="445">λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε</l><l n="446">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.</l><l n="447">ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς</l><l n="448">ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ</l><l n="449">νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,</l><l n="450">ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,</l><l n="451">καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.</l><l n="452">ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις</l><l n="453">ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.</l><l n="454">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="455">κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν</l><l n="456">νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.</l><l n="457">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="458">εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,</l><l n="459">ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,</l><l n="460">ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·</l><l n="461">οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.</l></q><l n="462"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="463">Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,</l><l n="464">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.</l></q><l n="465"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν</l><l n="466">ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·</l><l n="467">ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος</l><l n="468">καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο</l><l n="469">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="470">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="471">ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο</l><l n="472">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="473"><milestone unit="para" ed="P"/> διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="474">σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;</l><l n="475">πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ</l><l n="476">ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;</l></q><l n="477"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="478">ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,</l><l n="479">ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν</l><l n="480">εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·</l><l n="481">οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς</l><l n="482">γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>