<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.372-11.389</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.372-11.389</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="372">Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.</l><l n="373">νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη</l><l n="374">εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.</l><l n="375">καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ</l><l n="376">τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.</l></q><l n="377"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="378">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="379">ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·</l><l n="380">εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε</l><l n="381">τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,</l><l n="382">κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,</l><l n="383">οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,</l><l n="384">ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.</l><l n="385"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ</l><l n="386">ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,</l><l n="387">ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="388">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ</l><l n="389">οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>