<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.336-11.383</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.336-11.383</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="336"><milestone unit="para" ed="P"/>Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι</l><l n="337">εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;</l><l n="338">ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="339">τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα</l><l n="340">οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν</l><l n="341">κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.</l></q><l n="342"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,</l><l n="343">ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·</l><q type="unspecified"><l n="344">ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης</l><l n="345">μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.</l><l n="346">Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.</l></q><l n="347"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="348">τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε</l><l n="349">ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·</l><l n="350">ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων</l><l n="351">ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν</l><l n="352">δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει</l><l n="353">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.</l></q><l n="354"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="355">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="356">εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,</l><l n="357">πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,</l><l n="358">καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,</l><l n="359">πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·</l><l n="360">καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην</l><l n="361">πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="362"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="363">ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,</l><l n="364">ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς</l><l n="365">βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,</l><l n="366">ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·</l><l n="367">σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.</l><l n="368">μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,</l><l n="369">πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.</l><l n="370">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="371">εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ</l><l n="372">Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.</l><l n="373">νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη</l><l n="374">εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.</l><l n="375">καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ</l><l n="376">τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.</l></q><l n="377"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="378">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="379">ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·</l><l n="380">εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε</l><l n="381">τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,</l><l n="382">κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,</l><l n="383">οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>