<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.321-11.341</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.321-11.341</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="321"><milestone unit="para" ed="P"/>Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ
                     Ἀριάδνην,</l><l n="322">κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς</l><l n="323">ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων</l><l n="324">ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα</l><l n="325">Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.</l><l n="326"><milestone unit="para" ed="P"/>Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ
                     Ἐριφύλην,</l><l n="327">ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.</l><l n="328">πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="329">ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·</l><l n="330">πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη</l><l n="331">εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους</l><l n="332">ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.</l></q><l n="333"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,</l><l n="334">κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="335">τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.</l><q type="unspecified"><l n="336"><milestone unit="para" ed="P"/>Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι</l><l n="337">εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;</l><l n="338">ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="339">τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα</l><l n="340">οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν</l><l n="341">κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>