<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.304-11.412</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.304-11.412</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="304">τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.</l><l n="305"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν</l><l n="306">εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,</l><l n="307">καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,</l><l n="308">Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,</l><l n="309">οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα</l><l n="310">καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·</l><l n="311">ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν</l><l n="312">εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.</l><l n="313">οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ</l><l n="314">φυλόπιδα στήσειν πολυάικος πολέμοιο.</l><l n="315">Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ</l><l n="316">Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.</l><l n="317">καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·</l><l n="318">ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,</l><l n="319">ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους</l><l n="320">ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.</l><milestone n="321" unit="card" ed="p"/><l n="321"><milestone unit="para" ed="P"/>Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ
                     Ἀριάδνην,</l><l n="322">κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς</l><l n="323">ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων</l><l n="324">ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα</l><l n="325">Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.</l><l n="326"><milestone unit="para" ed="P"/>Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ
                     Ἐριφύλην,</l><l n="327">ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.</l><l n="328">πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="329">ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·</l><l n="330">πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη</l><l n="331">εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους</l><l n="332">ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.</l></q><l n="333"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,</l><l n="334">κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="335">τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.</l><q type="unspecified"><l n="336"><milestone unit="para" ed="P"/>Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι</l><l n="337">εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;</l><l n="338">ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="339">τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα</l><l n="340">οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν</l><l n="341">κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.</l></q><l n="342"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,</l><l n="343">ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·</l><q type="unspecified"><l n="344">ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης</l><l n="345">μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.</l><l n="346">Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.</l></q><l n="347"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="348">τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε</l><l n="349">ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·</l><l n="350">ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων</l><l n="351">ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν</l><l n="352">δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει</l><l n="353">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.</l></q><l n="354"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="355">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="356">εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,</l><l n="357">πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,</l><l n="358">καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,</l><l n="359">πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·</l><l n="360">καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην</l><l n="361">πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="362"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="363">ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,</l><l n="364">ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς</l><l n="365">βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,</l><l n="366">ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·</l><l n="367">σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.</l><l n="368">μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,</l><l n="369">πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.</l><l n="370">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="371">εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ</l><l n="372">Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.</l><l n="373">νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη</l><l n="374">εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.</l><l n="375">καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ</l><l n="376">τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.</l></q><l n="377"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="378">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="379">ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·</l><l n="380">εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε</l><l n="381">τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,</l><l n="382">κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,</l><l n="383">οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,</l><l n="384">ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.</l><l n="385"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ</l><l n="386">ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,</l><l n="387">ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="388">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ</l><l n="389">οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.</l><l n="390">ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·</l><l n="391">κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,</l><l n="392">πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·</l><l n="393">ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,</l><l n="394">οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.</l><l n="395"><milestone unit="para" ed="P"/>τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,</l><l n="396">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="397">Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="398">τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;</l><l n="399">ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν</l><l n="400">ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;</l><l n="401">ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου</l><l n="402">βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,</l><l n="403">ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;</l></q><milestone n="404" unit="card" ed="p"/><l n="404"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·</l><q type="unspecified"><l n="405">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="406">οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν</l><l n="407">ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,</l><l n="408">οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,</l><l n="409">ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε</l><l n="410">ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,</l><l n="411">δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.</l><l n="412">ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>