<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.30-11.89</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.30-11.89</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="30">ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,</l><l n="31">ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,</l><l n="32">Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ</l><l n="33">παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.</l><l n="34">τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,</l><l n="35">ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα</l><l n="36">ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο</l><l n="37">ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.</l><l n="38">νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες</l><l n="39">παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,</l><l n="40">πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,</l><l n="41">ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·</l><l n="42">οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος</l><l n="43">θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.</l><l n="44">δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="45">μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,</l><l n="46">δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,</l><l n="47">ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·</l><l n="48">αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="49">ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα</l><l n="89">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>