<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.291-11.308</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.291-11.308</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="291">ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων</l><l n="292">ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,</l><l n="293">δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.</l><l n="294">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο</l><l n="295">ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,</l><l n="296">καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,</l><l n="297">θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.</l><l n="298"><milestone unit="para" ed="P"/>καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,</l><l n="299">ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,</l><l n="300">Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,</l><l n="301">τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·</l><l n="302">οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες</l><l n="303">ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε</l><l n="304">τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.</l><l n="305"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν</l><l n="306">εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,</l><l n="307">καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,</l><l n="308">Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>