<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.279-11.299</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.279-11.299</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="279">ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω</l><l n="280">πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.</l><l n="281"><milestone unit="para" ed="P"/>καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς</l><l n="282">γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="283">ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,</l><l n="284">ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·</l><l n="285">ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,</l><l n="286">Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.</l><l n="287">τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,</l><l n="288">τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς</l><l n="289">τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους</l><l n="290">ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης</l><l n="291">ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων</l><l n="292">ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,</l><l n="293">δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.</l><l n="294">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο</l><l n="295">ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,</l><l n="296">καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,</l><l n="297">θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.</l><l n="298"><milestone unit="para" ed="P"/>καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,</l><l n="299">ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>