<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.271-11.376</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.271-11.376</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,</l><l n="272">ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο</l><l n="273">γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας</l><l n="274">γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.</l><l n="275">ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων</l><l n="276">Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·</l><l n="277">ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,</l><l n="278">ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,</l><l n="279">ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω</l><l n="280">πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.</l><l n="281"><milestone unit="para" ed="P"/>καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς</l><l n="282">γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="283">ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,</l><l n="284">ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·</l><l n="285">ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,</l><l n="286">Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.</l><l n="287">τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,</l><l n="288">τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς</l><l n="289">τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους</l><l n="290">ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης</l><l n="291">ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων</l><l n="292">ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,</l><l n="293">δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.</l><l n="294">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο</l><l n="295">ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,</l><l n="296">καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,</l><l n="297">θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.</l><l n="298"><milestone unit="para" ed="P"/>καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,</l><l n="299">ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,</l><l n="300">Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,</l><l n="301">τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·</l><l n="302">οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες</l><l n="303">ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε</l><l n="304">τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.</l><l n="305"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν</l><l n="306">εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,</l><l n="307">καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,</l><l n="308">Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,</l><l n="309">οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα</l><l n="310">καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·</l><l n="311">ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν</l><l n="312">εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.</l><l n="313">οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ</l><l n="314">φυλόπιδα στήσειν πολυάικος πολέμοιο.</l><l n="315">Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ</l><l n="316">Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.</l><l n="317">καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·</l><l n="318">ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,</l><l n="319">ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους</l><l n="320">ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.</l><milestone n="321" unit="card" ed="p"/><l n="321"><milestone unit="para" ed="P"/>Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ
                     Ἀριάδνην,</l><l n="322">κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς</l><l n="323">ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων</l><l n="324">ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα</l><l n="325">Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.</l><l n="326"><milestone unit="para" ed="P"/>Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ
                     Ἐριφύλην,</l><l n="327">ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.</l><l n="328">πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="329">ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·</l><l n="330">πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη</l><l n="331">εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους</l><l n="332">ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.</l></q><l n="333"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,</l><l n="334">κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="335">τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.</l><q type="unspecified"><l n="336"><milestone unit="para" ed="P"/>Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι</l><l n="337">εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;</l><l n="338">ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="339">τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα</l><l n="340">οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν</l><l n="341">κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.</l></q><l n="342"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,</l><l n="343">ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·</l><q type="unspecified"><l n="344">ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης</l><l n="345">μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.</l><l n="346">Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.</l></q><l n="347"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="348">τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε</l><l n="349">ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·</l><l n="350">ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων</l><l n="351">ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν</l><l n="352">δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει</l><l n="353">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.</l></q><l n="354"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="355">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="356">εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,</l><l n="357">πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,</l><l n="358">καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,</l><l n="359">πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·</l><l n="360">καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην</l><l n="361">πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="362"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="363">ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,</l><l n="364">ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς</l><l n="365">βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,</l><l n="366">ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·</l><l n="367">σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.</l><l n="368">μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,</l><l n="369">πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.</l><l n="370">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="371">εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ</l><l n="372">Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.</l><l n="373">νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη</l><l n="374">εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.</l><l n="375">καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ</l><l n="376">τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>