<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.261-11.290</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.261-11.290</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="261">ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,</l><l n="262">καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,</l><l n="263">οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,</l><l n="264">πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο</l><l n="265">ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.</l><l n="266"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος
                     ἄκοιτιν,</l><l n="267">ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα</l><l n="268">γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·</l><l n="269">καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,</l><l n="270">τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.</l><milestone n="271" unit="card" ed="p"/><l n="271"><milestone unit="para" ed="P"/>μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,</l><l n="272">ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο</l><l n="273">γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας</l><l n="274">γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.</l><l n="275">ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων</l><l n="276">Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·</l><l n="277">ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,</l><l n="278">ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,</l><l n="279">ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω</l><l n="280">πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.</l><l n="281"><milestone unit="para" ed="P"/>καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς</l><l n="282">γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="283">ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,</l><l n="284">ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·</l><l n="285">ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,</l><l n="286">Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.</l><l n="287">τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,</l><l n="288">τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς</l><l n="289">τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους</l><l n="290">ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>