<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.246-11.263</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.246-11.263</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="246">αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,</l><l n="247">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="248"><milestone unit="para" ed="P"/>χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ
                        ἐνιαυτοῦ</l><l n="249">τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ</l><l n="250">ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.</l><l n="251">νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·</l><l n="252">αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.</l></q><l n="253"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="254">ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,</l><l n="255">τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην</l><l n="256">ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ</l><l n="257">ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.</l><l n="258">τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,</l><l n="259">Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.</l><l n="260"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,</l><l n="261">ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,</l><l n="262">καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,</l><l n="263">οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>