<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.24-11.92</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.24-11.92</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="24">ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="25">βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,</l><l n="26">ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,</l><l n="27">πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,</l><l n="28">τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.</l><l n="29">πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,</l><l n="30">ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,</l><l n="31">ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,</l><l n="32">Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ</l><l n="33">παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.</l><l n="34">τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,</l><l n="35">ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα</l><l n="36">ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο</l><l n="37">ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.</l><l n="38">νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες</l><l n="39">παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,</l><l n="40">πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,</l><l n="41">ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·</l><l n="42">οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος</l><l n="43">θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.</l><l n="44">δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="45">μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,</l><l n="46">δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,</l><l n="47">ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·</l><l n="48">αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="49">ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα</l><l n="50">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l><milestone n="51" unit="card" ed="p"/><l n="51"><milestone unit="para" ed="P"/>πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·</l><l n="52">οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·</l><l n="53">σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς</l><l n="54">ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.</l><l n="55">τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,</l><l n="56">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;</l><l n="58">ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.</l></q><l n="59"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="60">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="61">ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.</l><l n="62">Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα</l><l n="63">ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,</l><l n="64">ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν</l><l n="65">ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.</l><l n="66">νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,</l><l n="67">πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,</l><l n="68">Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·</l><l n="69">οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο</l><l n="70">νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·</l><l n="71">ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.</l><l n="72">μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν</l><l n="73">νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,</l><l n="74">ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,</l><l n="75">σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,</l><l n="76">ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.</l><l n="77">ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,</l><l n="78">τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.</l></q><l n="79"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="80">ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.</l></q><l n="81"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν</l><l n="82">ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,</l><l n="83">εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·</l><l n="84"><milestone unit="para" ed="P"/>ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,</l><l n="85">Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,</l><l n="86">τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.</l><l n="87">τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·</l><l n="88">ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,</l><l n="89">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l><l n="90"><milestone unit="para" ed="P"/>ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο</l><l n="91">χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·</l><q type="unspecified"><l n="92">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>