<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.228-11.302</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.228-11.302</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="228">αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,</l><l n="229">αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.</l><l n="230">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·</l><l n="231">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ</l><l n="232">οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.</l><l n="233">αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη</l><l n="234">ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.</l><l n="235"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,</l><l n="236">ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,</l><l n="237">φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·</l><l n="238">ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,</l><l n="239">ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,</l><l n="240">καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.</l><l n="241">τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος</l><l n="242">ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·</l><l n="243">πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,</l><l n="244">κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.</l><l n="245">λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.</l><l n="246">αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,</l><l n="247">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="248"><milestone unit="para" ed="P"/>χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ
                        ἐνιαυτοῦ</l><l n="249">τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ</l><l n="250">ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.</l><l n="251">νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·</l><l n="252">αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.</l></q><l n="253"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="254">ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,</l><l n="255">τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην</l><l n="256">ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ</l><l n="257">ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.</l><l n="258">τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,</l><l n="259">Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.</l><l n="260"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,</l><l n="261">ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,</l><l n="262">καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,</l><l n="263">οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,</l><l n="264">πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο</l><l n="265">ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.</l><l n="266"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος
                     ἄκοιτιν,</l><l n="267">ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα</l><l n="268">γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·</l><l n="269">καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,</l><l n="270">τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.</l><milestone n="271" unit="card" ed="p"/><l n="271"><milestone unit="para" ed="P"/>μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,</l><l n="272">ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο</l><l n="273">γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας</l><l n="274">γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.</l><l n="275">ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων</l><l n="276">Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·</l><l n="277">ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,</l><l n="278">ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,</l><l n="279">ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω</l><l n="280">πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.</l><l n="281"><milestone unit="para" ed="P"/>καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς</l><l n="282">γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="283">ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,</l><l n="284">ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·</l><l n="285">ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,</l><l n="286">Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.</l><l n="287">τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,</l><l n="288">τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς</l><l n="289">τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους</l><l n="290">ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης</l><l n="291">ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων</l><l n="292">ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,</l><l n="293">δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.</l><l n="294">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο</l><l n="295">ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,</l><l n="296">καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,</l><l n="297">θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.</l><l n="298"><milestone unit="para" ed="P"/>καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,</l><l n="299">ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,</l><l n="300">Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,</l><l n="301">τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·</l><l n="302">οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>