<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.228-11.245</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.228-11.245</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="228">αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,</l><l n="229">αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.</l><l n="230">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·</l><l n="231">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ</l><l n="232">οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.</l><l n="233">αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη</l><l n="234">ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.</l><l n="235"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,</l><l n="236">ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,</l><l n="237">φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·</l><l n="238">ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,</l><l n="239">ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,</l><l n="240">καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.</l><l n="241">τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος</l><l n="242">ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·</l><l n="243">πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,</l><l n="244">κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.</l><l n="245">λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>