<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.201-11.230</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.201-11.230</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="201">τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·</l><l n="202">ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,</l><l n="203">σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.</l></q><l n="204"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ
                     μερμηρίξας</l><l n="205">μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.</l><l n="206">τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,</l><l n="207">τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ</l><l n="208">ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,</l><l n="209">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="210"><milestone unit="para" ed="P"/>μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν
                        μεμαῶτα,</l><l n="211">ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε</l><l n="212">ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;</l><l n="213">ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια</l><l n="214">ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;</l></q><l n="215"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·</l><q type="unspecified"><l n="216">ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,</l><l n="217">οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,</l><l n="218">ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·</l><l n="219">οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,</l><l n="220">ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο</l><l n="221">δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,</l><l n="222">ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.</l><l n="223">ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα</l><l n="224">ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.</l></q><milestone n="225" unit="card" ed="p"/><l n="225"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ
                     γυναῖκες</l><l n="226">ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,</l><l n="227">ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.</l><l n="228">αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,</l><l n="229">αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.</l><l n="230">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>