<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.156-11.230</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.156-11.230</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="156">ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.</l><l n="157">μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,</l><l n="158">Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι</l><l n="159">πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.</l><l n="160">ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις</l><l n="161">νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες</l><l n="162">εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;</l></q><l n="163"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="164">μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο</l><l n="165">ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·</l><l n="166">οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς</l><l n="167">γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,</l><l n="168">ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ</l><l n="169">Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.</l><l n="170">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="171">τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;</l><l n="172">ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα</l><l n="173">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;</l><l n="174">εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,</l><l n="175">ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη</l><l n="176">ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.</l><l n="177">εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,</l><l n="178">ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει</l><l n="179">ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.</l></q><milestone n="180" unit="card" ed="p"/><l n="180"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·</l><q type="unspecified"><l n="181">καὶ λίην κείνη γε μένει τετληότι θυμῷ</l><l n="182">σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ</l><l n="183">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l><l n="184">σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος</l><l n="185">Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας</l><l n="186">δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·</l><l n="187">πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει</l><l n="188">ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ</l><l n="189">δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,</l><l n="190">ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,</l><l n="191">ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·</l><l n="192">αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,</l><l n="193">πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο</l><l n="194">φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.</l><l n="195">ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει</l><l n="196">σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.</l><l n="197">οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·</l><l n="198">οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα</l><l n="199">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,</l><l n="200">οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα</l><l n="201">τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·</l><l n="202">ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,</l><l n="203">σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.</l></q><l n="204"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ
                     μερμηρίξας</l><l n="205">μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.</l><l n="206">τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,</l><l n="207">τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ</l><l n="208">ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,</l><l n="209">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="210"><milestone unit="para" ed="P"/>μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν
                        μεμαῶτα,</l><l n="211">ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε</l><l n="212">ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;</l><l n="213">ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια</l><l n="214">ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;</l></q><l n="215"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·</l><q type="unspecified"><l n="216">ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,</l><l n="217">οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,</l><l n="218">ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·</l><l n="219">οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,</l><l n="220">ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο</l><l n="221">δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,</l><l n="222">ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.</l><l n="223">ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα</l><l n="224">ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.</l></q><milestone n="225" unit="card" ed="p"/><l n="225"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ
                     γυναῖκες</l><l n="226">ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,</l><l n="227">ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.</l><l n="228">αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,</l><l n="229">αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.</l><l n="230">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>