<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.141-11.170</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:11.141-11.170</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="141">μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·</l><l n="142">ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν</l><l n="143">ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.</l><l n="144">εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;</l></q><l n="145"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><q type="unspecified"><l n="146">ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.</l><l n="147">ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων</l><l n="148">αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·</l><l n="149">ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.</l></q><l n="150"><milestone unit="para" ed="P"/>ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω</l><l n="151">Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·</l><l n="152">αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ</l><l n="153">ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,</l><l n="154">καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="155"><milestone unit="para" ed="P"/>τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα</l><l n="156">ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.</l><l n="157">μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,</l><l n="158">Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι</l><l n="159">πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.</l><l n="160">ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις</l><l n="161">νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες</l><l n="162">εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;</l></q><l n="163"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="164">μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο</l><l n="165">ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·</l><l n="166">οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς</l><l n="167">γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,</l><l n="168">ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ</l><l n="169">Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.</l><l n="170">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>