<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.89-10.110</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.89-10.110</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="89">ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν</l><l n="90">ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,</l><l n="91">ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.</l><l n="92">αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο</l><l n="93">πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,</l><l n="94">οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·</l><l n="95">αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,</l><l n="96">αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·</l><l n="97">ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.</l><l n="98">ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,</l><l n="99">καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.</l><l n="100">δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,</l><l n="101">οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,</l><l n="102">ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.</l><l n="103">οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι</l><l n="104">ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,</l><l n="105">κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,</l><l n="106">θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.</l><l n="107">ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον</l><l n="108">Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·</l><l n="109">οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο</l><l n="110">ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>