<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.479-10.525</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.479-10.525</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="479">οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.</l><l n="480">αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς</l><l n="481">γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·</l><l n="482">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="483"><milestone unit="para" ed="P"/>ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ
                        ὑπέστης,</l><l n="484">οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,</l><l n="485">ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ</l><l n="486">ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.</l></q><l n="487"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="488">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="489">μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.</l><l n="490">ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι</l><l n="491">εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,</l><l n="492">ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,</l><l n="493">μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·</l><l n="494">τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,</l><l n="495">οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.</l></q><l n="496"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ·</l><l n="497">κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ</l><l n="498">ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l><l n="499">αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,</l><l n="500">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="501"><milestone unit="para" ed="P"/>ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;</l><l n="502">εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.</l></q><milestone n="503" unit="card" ed="p"/><l n="503"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="504">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="505">μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,</l><l n="506">ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας</l><l n="507">ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.</l><l n="508">ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,</l><l n="509">ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,</l><l n="510">μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,</l><l n="511">νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,</l><l n="512">αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.</l><l n="513">ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν</l><l n="514">Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,</l><l n="515">πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·</l><l n="516">ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,</l><l n="517">βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,</l><l n="518">ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,</l><l n="519">πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,</l><l n="520">τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.</l><l n="521">πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,</l><l n="522">ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,</l><l n="523">ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,</l><l n="524">Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ</l><l n="525">παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>