<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.463-10.574</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.463-10.574</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="463">τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,</l><l n="464">αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν</l><l n="465">θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.</l></q><l n="466"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="467">ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="468">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="469">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="470">μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,</l><l n="471">καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·</l><q type="unspecified"><l n="472"><milestone unit="para" ed="P"/>δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος
                        αἴης,</l><l n="473">εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι</l><l n="474">οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="475" unit="card" ed="p"/><l n="475"><milestone unit="para" ed="P"/>ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="476">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="477">ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="478">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="479">οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.</l><l n="480">αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς</l><l n="481">γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·</l><l n="482">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="483"><milestone unit="para" ed="P"/>ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ
                        ὑπέστης,</l><l n="484">οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,</l><l n="485">ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ</l><l n="486">ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.</l></q><l n="487"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="488">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="489">μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.</l><l n="490">ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι</l><l n="491">εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,</l><l n="492">ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,</l><l n="493">μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·</l><l n="494">τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,</l><l n="495">οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.</l></q><l n="496"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ·</l><l n="497">κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ</l><l n="498">ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l><l n="499">αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,</l><l n="500">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="501"><milestone unit="para" ed="P"/>ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;</l><l n="502">εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.</l></q><milestone n="503" unit="card" ed="p"/><l n="503"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="504">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="505">μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,</l><l n="506">ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας</l><l n="507">ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.</l><l n="508">ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,</l><l n="509">ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,</l><l n="510">μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,</l><l n="511">νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,</l><l n="512">αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.</l><l n="513">ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν</l><l n="514">Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,</l><l n="515">πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·</l><l n="516">ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,</l><l n="517">βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,</l><l n="518">ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,</l><l n="519">πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,</l><l n="520">τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.</l><l n="521">πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,</l><l n="522">ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,</l><l n="523">ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,</l><l n="524">Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ</l><l n="525">παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.</l><l n="526">αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,</l><l n="527">ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν</l><l n="528">εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι</l><l n="529">ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ</l><l n="530">ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.</l><l n="531">δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι</l><l n="532">μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,</l><l n="533">δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,</l><l n="534">ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·</l><l n="535">αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="536">ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα</l><l n="537">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l><l n="538">ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,</l><l n="539">ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου</l><l n="540">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l></q><l n="541"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="542">ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·</l><l n="543">αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,</l><l n="544">λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ</l><l n="545">καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.</l><milestone n="546" unit="card" ed="p"/><l n="546">αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους</l><l n="547">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="548"><milestone unit="para" ed="P"/>μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,</l><l n="549">ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.</l></q><l n="550"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="551">οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.</l><l n="552">Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην</l><l n="553">ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·</l><l n="554">ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,</l><l n="555">ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.</l><l n="556">κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας</l><l n="557">ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν</l><l n="558">ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,</l><l n="559">ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν</l><l n="560">ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.</l><l n="561"><milestone unit="para" ed="P"/>ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·</l><q type="unspecified"><l n="562">φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν</l><l n="563">ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,</l><l n="564">εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης</l><l n="565">ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.</l></q><l n="566"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,</l><l n="567">ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·</l><l n="568">ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.</l><l n="569"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα
                     θαλάσσης</l><l n="570">ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,</l><l n="571">τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ</l><l n="572">ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,</l><l n="573">ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα</l><l n="574">ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>