<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.457-11.154</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.457-11.154</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="457"><milestone unit="para" ed="P"/>μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ
                        αὐτὴ</l><l n="458">ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,</l><l n="459">ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.</l><l n="460">ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,</l><l n="461">εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,</l><l n="462">οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν</l><l n="463">τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,</l><l n="464">αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν</l><l n="465">θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.</l></q><l n="466"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="467">ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="468">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="469">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="470">μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,</l><l n="471">καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·</l><q type="unspecified"><l n="472"><milestone unit="para" ed="P"/>δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος
                        αἴης,</l><l n="473">εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι</l><l n="474">οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="475" unit="card" ed="p"/><l n="475"><milestone unit="para" ed="P"/>ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="476">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="477">ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="478">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="479">οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.</l><l n="480">αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς</l><l n="481">γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·</l><l n="482">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="483"><milestone unit="para" ed="P"/>ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ
                        ὑπέστης,</l><l n="484">οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,</l><l n="485">ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ</l><l n="486">ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.</l></q><l n="487"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="488">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="489">μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.</l><l n="490">ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι</l><l n="491">εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,</l><l n="492">ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,</l><l n="493">μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·</l><l n="494">τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,</l><l n="495">οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.</l></q><l n="496"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ·</l><l n="497">κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ</l><l n="498">ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l><l n="499">αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,</l><l n="500">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="501"><milestone unit="para" ed="P"/>ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;</l><l n="502">εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.</l></q><milestone n="503" unit="card" ed="p"/><l n="503"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="504">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="505">μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,</l><l n="506">ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας</l><l n="507">ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.</l><l n="508">ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,</l><l n="509">ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,</l><l n="510">μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,</l><l n="511">νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,</l><l n="512">αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.</l><l n="513">ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν</l><l n="514">Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,</l><l n="515">πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·</l><l n="516">ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,</l><l n="517">βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,</l><l n="518">ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,</l><l n="519">πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,</l><l n="520">τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.</l><l n="521">πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,</l><l n="522">ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,</l><l n="523">ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,</l><l n="524">Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ</l><l n="525">παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.</l><l n="526">αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,</l><l n="527">ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν</l><l n="528">εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι</l><l n="529">ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ</l><l n="530">ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.</l><l n="531">δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι</l><l n="532">μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,</l><l n="533">δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,</l><l n="534">ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·</l><l n="535">αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="536">ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα</l><l n="537">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l><l n="538">ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,</l><l n="539">ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου</l><l n="540">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l></q><l n="541"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="542">ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·</l><l n="543">αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,</l><l n="544">λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ</l><l n="545">καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.</l><milestone n="546" unit="card" ed="p"/><l n="546">αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους</l><l n="547">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="548"><milestone unit="para" ed="P"/>μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,</l><l n="549">ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.</l></q><l n="550"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="551">οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.</l><l n="552">Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην</l><l n="553">ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·</l><l n="554">ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,</l><l n="555">ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.</l><l n="556">κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας</l><l n="557">ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν</l><l n="558">ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,</l><l n="559">ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν</l><l n="560">ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.</l><l n="561"><milestone unit="para" ed="P"/>ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·</l><q type="unspecified"><l n="562">φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν</l><l n="563">ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,</l><l n="564">εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης</l><l n="565">ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.</l></q><l n="566"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,</l><l n="567">ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·</l><l n="568">ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.</l><l n="569"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα
                     θαλάσσης</l><l n="570">ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,</l><l n="571">τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ</l><l n="572">ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,</l><l n="573">ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα</l><l n="574">ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;</l></q></div><div n="11" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><q type="unspecified"><l n="1">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,</l><l n="2">νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,</l><l n="3">ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="4">ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ</l><l n="5">βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.</l><l n="6">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="7">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="8">Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="9">ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l><l n="10">ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.</l><l n="11">τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·</l><l n="12">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.</l><l n="13"><milestone unit="para" ed="P"/>ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.</l><l n="14">ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,</l><l n="15">ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς</l><l n="16">ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,</l><l n="17">οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,</l><l n="18">οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,</l><l n="19">ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.</l><l n="20">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα</l><l n="21">εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο</l><l n="22">ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.</l><l n="23"><milestone unit="para" ed="P"/>ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε</l><l n="24">ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="25">βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,</l><l n="26">ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,</l><l n="27">πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,</l><l n="28">τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.</l><l n="29">πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,</l><l n="30">ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,</l><l n="31">ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,</l><l n="32">Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ</l><l n="33">παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.</l><l n="34">τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,</l><l n="35">ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα</l><l n="36">ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο</l><l n="37">ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.</l><l n="38">νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες</l><l n="39">παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,</l><l n="40">πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,</l><l n="41">ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·</l><l n="42">οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος</l><l n="43">θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.</l><l n="44">δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="45">μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,</l><l n="46">δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,</l><l n="47">ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·</l><l n="48">αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="49">ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα</l><l n="50">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l><milestone n="51" unit="card" ed="p"/><l n="51"><milestone unit="para" ed="P"/>πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·</l><l n="52">οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·</l><l n="53">σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς</l><l n="54">ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.</l><l n="55">τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,</l><l n="56">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;</l><l n="58">ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.</l></q><l n="59"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="60">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="61">ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.</l><l n="62">Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα</l><l n="63">ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,</l><l n="64">ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν</l><l n="65">ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.</l><l n="66">νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,</l><l n="67">πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,</l><l n="68">Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·</l><l n="69">οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο</l><l n="70">νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·</l><l n="71">ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.</l><l n="72">μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν</l><l n="73">νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,</l><l n="74">ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,</l><l n="75">σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,</l><l n="76">ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.</l><l n="77">ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,</l><l n="78">τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.</l></q><l n="79"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="80">ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.</l></q><l n="81"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν</l><l n="82">ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,</l><l n="83">εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·</l><l n="84"><milestone unit="para" ed="P"/>ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,</l><l n="85">Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,</l><l n="86">τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.</l><l n="87">τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·</l><l n="88">ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,</l><l n="89">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l><l n="90"><milestone unit="para" ed="P"/>ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο</l><l n="91">χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·</l><q type="unspecified"><l n="92">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="93">τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο</l><l n="94">ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;</l><l n="95">ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,</l><l n="96">αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.</l></q><milestone n="97" unit="card" ed="p"/><l n="97"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος
                     ἀργυρόηλον</l><l n="98">κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,</l><l n="99">καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·</l><q type="unspecified"><l n="100"><milestone unit="para" ed="P"/>νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·</l><l n="101">τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω</l><l n="102">λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ</l><l n="103">χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.</l><l n="104">ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,</l><l n="105">αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,</l><l n="106">ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα</l><l n="107">Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,</l><l n="108">βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα</l><l n="109">Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.</l><l n="110">τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,</l><l n="111">καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·</l><l n="112">εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,</l><l n="113">νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,</l><l n="114">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,</l><l n="115">νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,</l><l n="116">ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι</l><l n="117">μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.</l><l n="118">ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·</l><l n="119">αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="120">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,</l><l n="121">ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,</l><l n="122">εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν</l><l n="123">ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·</l><l n="124">οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους</l><l n="125">οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.</l><l n="126">σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·</l><l n="127">ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης</l><l n="128">φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,</l><l n="129">καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,</l><l n="130">ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,</l><l n="131">ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,</l><l n="132">οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας</l><l n="133">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="134">πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ</l><l n="135">ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ</l><l n="136">γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ</l><l n="137">ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.</l></q><milestone n="138" unit="card" ed="p"/><l n="138"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="139">Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.</l><l n="140">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="141">μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·</l><l n="142">ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν</l><l n="143">ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.</l><l n="144">εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;</l></q><l n="145"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><q type="unspecified"><l n="146">ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.</l><l n="147">ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων</l><l n="148">αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·</l><l n="149">ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.</l></q><l n="150"><milestone unit="para" ed="P"/>ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω</l><l n="151">Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·</l><l n="152">αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ</l><l n="153">ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,</l><l n="154">καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>