<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.451-10.469</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.451-10.469</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="451">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·</l><l n="452">δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.</l><l n="453">οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,</l><l n="454">κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.</l><l n="455">ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="457"><milestone unit="para" ed="P"/>μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ
                        αὐτὴ</l><l n="458">ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,</l><l n="459">ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.</l><l n="460">ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,</l><l n="461">εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,</l><l n="462">οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν</l><l n="463">τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,</l><l n="464">αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν</l><l n="465">θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.</l></q><l n="466"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="467">ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="468">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="469">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>