<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.45-10.66</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.45-10.66</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="45">ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·</l><l n="47">ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.</l><l n="48">τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα</l><l n="49">κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε</l><l n="50">ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,</l><l n="51">ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,</l><l n="52">ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.</l><l n="53">ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ</l><l n="54">κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ</l><l n="55">αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.</l><l n="56"><milestone unit="para" ed="P"/>ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ
                     ὕδωρ,</l><l n="57">αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.</l><l n="58">αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,</l><l n="59">δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον</l><l n="60">βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον</l><l n="61">δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.</l><l n="62">ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ</l><l n="63">ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·</l><q type="unspecified"><l n="64"><milestone unit="para" ed="P"/>πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε
                        δαίμων;</l><l n="65">ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο</l><l n="66">πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>