<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.429-10.533</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.429-10.533</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="429">Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·</l><l n="430">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="431"><milestone unit="para" ed="P"/>ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε
                        τούτων;</l><l n="432">Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας</l><l n="433">ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,</l><l n="434">οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,</l><l n="435">ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο</l><l n="436">ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·</l><l n="437">τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.</l></q><l n="438"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,</l><l n="439">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,</l><l n="440">τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,</l><l n="441">καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι</l><l n="442">μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·</l><q type="unspecified"><l n="443"><milestone unit="para" ed="P"/>διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ
                        κελεύεις,</l><l n="444">αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·</l><l n="445">ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.</l></q><l n="446"><milestone unit="para" ed="P"/>ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.</l><l n="447">οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,</l><l n="448">ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.</l><l n="449"><milestone unit="para" ed="P"/>τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη</l><l n="450">ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,</l><l n="451">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·</l><l n="452">δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.</l><l n="453">οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,</l><l n="454">κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.</l><l n="455">ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="457"><milestone unit="para" ed="P"/>μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ
                        αὐτὴ</l><l n="458">ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,</l><l n="459">ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.</l><l n="460">ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,</l><l n="461">εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,</l><l n="462">οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν</l><l n="463">τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,</l><l n="464">αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν</l><l n="465">θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.</l></q><l n="466"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="467">ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="468">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="469">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="470">μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,</l><l n="471">καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·</l><q type="unspecified"><l n="472"><milestone unit="para" ed="P"/>δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος
                        αἴης,</l><l n="473">εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι</l><l n="474">οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="475" unit="card" ed="p"/><l n="475"><milestone unit="para" ed="P"/>ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="476">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="477">ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="478">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="479">οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.</l><l n="480">αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς</l><l n="481">γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·</l><l n="482">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="483"><milestone unit="para" ed="P"/>ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ
                        ὑπέστης,</l><l n="484">οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,</l><l n="485">ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ</l><l n="486">ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.</l></q><l n="487"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="488">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="489">μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.</l><l n="490">ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι</l><l n="491">εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,</l><l n="492">ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,</l><l n="493">μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·</l><l n="494">τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,</l><l n="495">οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.</l></q><l n="496"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ·</l><l n="497">κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ</l><l n="498">ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l><l n="499">αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,</l><l n="500">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="501"><milestone unit="para" ed="P"/>ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;</l><l n="502">εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.</l></q><milestone n="503" unit="card" ed="p"/><l n="503"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="504">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="505">μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,</l><l n="506">ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας</l><l n="507">ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.</l><l n="508">ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,</l><l n="509">ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,</l><l n="510">μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,</l><l n="511">νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,</l><l n="512">αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.</l><l n="513">ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν</l><l n="514">Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,</l><l n="515">πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·</l><l n="516">ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,</l><l n="517">βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,</l><l n="518">ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,</l><l n="519">πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,</l><l n="520">τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.</l><l n="521">πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,</l><l n="522">ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,</l><l n="523">ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,</l><l n="524">Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ</l><l n="525">παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.</l><l n="526">αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,</l><l n="527">ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν</l><l n="528">εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι</l><l n="529">ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ</l><l n="530">ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.</l><l n="531">δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι</l><l n="532">μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,</l><l n="533">δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>