<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.393-10.422</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.393-10.422</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="393">τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε</l><l n="394">φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·</l><l n="395">ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,</l><l n="396">καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.</l><l n="397">ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.</l><l n="398">πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα</l><l n="399">σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.</l><l n="400"><milestone unit="para" ed="P"/>ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="401">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="402">ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="403">νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,</l><l n="404">κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·</l><l n="405">αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ,</l><l n="407">βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="408">εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους</l><l n="409">οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.</l><l n="410">ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,</l><l n="411">ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,</l><l n="412">πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ</l><l n="413">ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·</l><l n="414">μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,</l><l n="415">δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς</l><l n="416">ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν</l><l n="417">τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.</l><l n="418">καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="419"><milestone unit="para" ed="P"/> σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς
                        ἐχάρημεν,</l><l n="420">ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·</l><l n="421">ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.</l></q><l n="422"><milestone unit="para" ed="P"/>ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς
                     ἐπέεσσι·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>