<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.375-10.396</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.375-10.396</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="375"><milestone unit="para" ed="P"/>Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ</l><l n="376">χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,</l><l n="377">ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="378"><milestone unit="para" ed="P"/> τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος
                        ἀναύδῳ,</l><l n="379">θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;</l><l n="380">ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ</l><l n="381">δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.</l></q><l n="382"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="383">ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,</l><l n="384">πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="385">πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;</l><l n="386">ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,</l><l n="387">λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.</l></q><milestone n="388" unit="card" ed="p"/><l n="388"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="389">ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,</l><l n="390">ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.</l><l n="391">οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν</l><l n="392">ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.</l><l n="393">τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε</l><l n="394">φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·</l><l n="395">ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,</l><l n="396">καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>