<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.347-10.362</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.347-10.362</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="347">καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.</l><l n="348"><milestone unit="para" ed="P"/>ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι
                     πένοντο</l><l n="349">τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·</l><l n="350">γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων</l><l n="351">ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.</l><l n="352">τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ</l><l n="353">πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·</l><l n="354">ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας</l><l n="355">ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·</l><l n="356">ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα</l><l n="357">ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·</l><l n="358">ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε</l><l n="359">πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.</l><l n="360">αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,</l><l n="361">ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,</l><l n="362">θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>