<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.325-10.342</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.325-10.342</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="325"><milestone unit="para" ed="P"/>τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ
                        τοκῆες;</l><l n="326">θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·</l><l n="327">οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,</l><l n="328">ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="329">σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.</l><l n="330">ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ</l><l n="331">φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,</l><l n="332">ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.</l><l n="333">ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα</l><l n="334">εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε</l><l n="335">εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.</l></q><l n="336"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="337">ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,</l><l n="338">ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,</l><l n="339">αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις</l><l n="340">ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,</l><l n="341">ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.</l><l n="342">οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>