<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.315-10.446</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.315-10.446</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="315">καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="316">τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,</l><l n="317">ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.</l><l n="318">αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,</l><l n="319">ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="320">ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ
                     μηροῦ</l><l n="322">Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.</l><l n="323">ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,</l><l n="324">καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="325"><milestone unit="para" ed="P"/>τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ
                        τοκῆες;</l><l n="326">θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·</l><l n="327">οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,</l><l n="328">ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="329">σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.</l><l n="330">ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ</l><l n="331">φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,</l><l n="332">ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.</l><l n="333">ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα</l><l n="334">εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε</l><l n="335">εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.</l></q><l n="336"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="337">ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,</l><l n="338">ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,</l><l n="339">αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις</l><l n="340">ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,</l><l n="341">ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.</l><l n="342">οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,</l><l n="343">εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι</l><l n="344">μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l></q><milestone n="345" unit="card" ed="p"/><l n="345"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς
                     ἐκέλευον.</l><l n="346">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="347">καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.</l><l n="348"><milestone unit="para" ed="P"/>ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι
                     πένοντο</l><l n="349">τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·</l><l n="350">γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων</l><l n="351">ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.</l><l n="352">τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ</l><l n="353">πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·</l><l n="354">ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας</l><l n="355">ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·</l><l n="356">ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα</l><l n="357">ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·</l><l n="358">ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε</l><l n="359">πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.</l><l n="360">αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,</l><l n="361">ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,</l><l n="362">θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,</l><l n="363">ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.</l><l n="364">αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,</l><l n="365">ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,</l><l n="366">εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου</l><l n="367">καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="368">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="369">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="370">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="371">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="372">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="373">ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,</l><l n="374">ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.</l><l n="375"><milestone unit="para" ed="P"/>Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ</l><l n="376">χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,</l><l n="377">ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="378"><milestone unit="para" ed="P"/> τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος
                        ἀναύδῳ,</l><l n="379">θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;</l><l n="380">ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ</l><l n="381">δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.</l></q><l n="382"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="383">ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,</l><l n="384">πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="385">πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;</l><l n="386">ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,</l><l n="387">λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.</l></q><milestone n="388" unit="card" ed="p"/><l n="388"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="389">ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,</l><l n="390">ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.</l><l n="391">οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν</l><l n="392">ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.</l><l n="393">τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε</l><l n="394">φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·</l><l n="395">ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,</l><l n="396">καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.</l><l n="397">ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.</l><l n="398">πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα</l><l n="399">σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.</l><l n="400"><milestone unit="para" ed="P"/>ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="401">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="402">ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="403">νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,</l><l n="404">κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·</l><l n="405">αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ,</l><l n="407">βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="408">εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους</l><l n="409">οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.</l><l n="410">ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,</l><l n="411">ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,</l><l n="412">πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ</l><l n="413">ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·</l><l n="414">μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,</l><l n="415">δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς</l><l n="416">ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν</l><l n="417">τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.</l><l n="418">καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="419"><milestone unit="para" ed="P"/> σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς
                        ἐχάρημεν,</l><l n="420">ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·</l><l n="421">ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.</l></q><l n="422"><milestone unit="para" ed="P"/>ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς
                     ἐπέεσσι·</l><q type="unspecified"><l n="423">νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,</l><l n="424">κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·</l><l n="425">αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,</l><l n="426">ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης</l><l n="427">πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.</l></q><milestone n="428" unit="card" ed="p"/><l n="428"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.</l><l n="429">Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·</l><l n="430">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="431"><milestone unit="para" ed="P"/>ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε
                        τούτων;</l><l n="432">Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας</l><l n="433">ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,</l><l n="434">οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,</l><l n="435">ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο</l><l n="436">ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·</l><l n="437">τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.</l></q><l n="438"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,</l><l n="439">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,</l><l n="440">τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,</l><l n="441">καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι</l><l n="442">μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·</l><q type="unspecified"><l n="443"><milestone unit="para" ed="P"/>διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ
                        κελεύεις,</l><l n="444">αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·</l><l n="445">ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.</l></q><l n="446"><milestone unit="para" ed="P"/>ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>