<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.294-10.323</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.294-10.323</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="294">δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="295">Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.</l><l n="296">ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·</l><l n="297">ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,</l><l n="298">ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·</l><l n="299">ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,</l><l n="300">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,</l><l n="301">μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.</l></q><milestone n="302" unit="card" ed="p"/><l n="302"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης</l><l n="303">ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.</l><l n="304">ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·</l><l n="305">μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν</l><l n="306">ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.</l><l n="307">Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον</l><l n="308">νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης</l><l n="309">ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="310">ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·</l><l n="311">ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.</l><l n="312">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="313">καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.</l><l n="314">εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου</l><l n="315">καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="316">τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,</l><l n="317">ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.</l><l n="318">αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,</l><l n="319">ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="320">ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ
                     μηροῦ</l><l n="322">Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.</l><l n="323">ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>