<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.279-10.353</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.279-10.353</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="279">πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·</l><l n="280">ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="281"><milestone unit="para" ed="P"/>πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι
                        οἶος,</l><l n="282">χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης</l><l n="283">ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.</l><l n="284">ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι</l><l n="285">αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.</l><l n="286">ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.</l><l n="287">τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης</l><l n="288">ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.</l><l n="289">πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.</l><l n="290">τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.</l><l n="291">ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει</l><l n="292">φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.</l><l n="293">ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,</l><l n="294">δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="295">Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.</l><l n="296">ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·</l><l n="297">ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,</l><l n="298">ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·</l><l n="299">ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,</l><l n="300">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,</l><l n="301">μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.</l></q><milestone n="302" unit="card" ed="p"/><l n="302"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης</l><l n="303">ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.</l><l n="304">ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·</l><l n="305">μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν</l><l n="306">ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.</l><l n="307">Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον</l><l n="308">νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης</l><l n="309">ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="310">ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·</l><l n="311">ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.</l><l n="312">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="313">καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.</l><l n="314">εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου</l><l n="315">καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="316">τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,</l><l n="317">ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.</l><l n="318">αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,</l><l n="319">ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="320">ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ
                     μηροῦ</l><l n="322">Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.</l><l n="323">ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,</l><l n="324">καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="325"><milestone unit="para" ed="P"/>τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ
                        τοκῆες;</l><l n="326">θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·</l><l n="327">οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,</l><l n="328">ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="329">σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.</l><l n="330">ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ</l><l n="331">φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,</l><l n="332">ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.</l><l n="333">ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα</l><l n="334">εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε</l><l n="335">εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.</l></q><l n="336"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="337">ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,</l><l n="338">ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,</l><l n="339">αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις</l><l n="340">ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,</l><l n="341">ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.</l><l n="342">οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,</l><l n="343">εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι</l><l n="344">μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l></q><milestone n="345" unit="card" ed="p"/><l n="345"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς
                     ἐκέλευον.</l><l n="346">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="347">καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.</l><l n="348"><milestone unit="para" ed="P"/>ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι
                     πένοντο</l><l n="349">τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·</l><l n="350">γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων</l><l n="351">ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.</l><l n="352">τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ</l><l n="353">πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>