<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.264-10.293</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.264-10.293</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="264">αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων</l><l n="265">καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="266"><milestone unit="para" ed="P"/>μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ
                        αὐτοῦ.</l><l n="267">οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον</l><l n="268">ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον</l><l n="269">φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.</l></q><l n="270"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="271">Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ</l><l n="272">ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·</l><l n="273">αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.</l></q><l n="274"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.</l><l n="275">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας</l><l n="276">Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,</l><l n="277">ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν</l><l n="278">ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,</l><l n="279">πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·</l><l n="280">ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="281"><milestone unit="para" ed="P"/>πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι
                        οἶος,</l><l n="282">χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης</l><l n="283">ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.</l><l n="284">ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι</l><l n="285">αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.</l><l n="286">ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.</l><l n="287">τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης</l><l n="288">ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.</l><l n="289">πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.</l><l n="290">τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.</l><l n="291">ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει</l><l n="292">φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.</l><l n="293">ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>