<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.262-11.48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.262-11.48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="262">ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·</l><l n="263">τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.</l><l n="264">αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων</l><l n="265">καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="266"><milestone unit="para" ed="P"/>μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ
                        αὐτοῦ.</l><l n="267">οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον</l><l n="268">ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον</l><l n="269">φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.</l></q><l n="270"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="271">Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ</l><l n="272">ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·</l><l n="273">αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.</l></q><l n="274"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.</l><l n="275">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας</l><l n="276">Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,</l><l n="277">ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν</l><l n="278">ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,</l><l n="279">πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·</l><l n="280">ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="281"><milestone unit="para" ed="P"/>πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι
                        οἶος,</l><l n="282">χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης</l><l n="283">ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.</l><l n="284">ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι</l><l n="285">αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.</l><l n="286">ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.</l><l n="287">τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης</l><l n="288">ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.</l><l n="289">πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.</l><l n="290">τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.</l><l n="291">ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει</l><l n="292">φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.</l><l n="293">ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,</l><l n="294">δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="295">Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.</l><l n="296">ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·</l><l n="297">ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,</l><l n="298">ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·</l><l n="299">ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,</l><l n="300">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,</l><l n="301">μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.</l></q><milestone n="302" unit="card" ed="p"/><l n="302"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης</l><l n="303">ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.</l><l n="304">ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·</l><l n="305">μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν</l><l n="306">ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.</l><l n="307">Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον</l><l n="308">νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης</l><l n="309">ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="310">ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·</l><l n="311">ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.</l><l n="312">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="313">καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.</l><l n="314">εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου</l><l n="315">καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="316">τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,</l><l n="317">ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.</l><l n="318">αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,</l><l n="319">ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="320">ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ
                     μηροῦ</l><l n="322">Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.</l><l n="323">ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,</l><l n="324">καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="325"><milestone unit="para" ed="P"/>τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ
                        τοκῆες;</l><l n="326">θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·</l><l n="327">οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,</l><l n="328">ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="329">σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.</l><l n="330">ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ</l><l n="331">φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,</l><l n="332">ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.</l><l n="333">ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα</l><l n="334">εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε</l><l n="335">εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.</l></q><l n="336"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="337">ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,</l><l n="338">ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,</l><l n="339">αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις</l><l n="340">ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,</l><l n="341">ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.</l><l n="342">οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,</l><l n="343">εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι</l><l n="344">μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l></q><milestone n="345" unit="card" ed="p"/><l n="345"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς
                     ἐκέλευον.</l><l n="346">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="347">καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.</l><l n="348"><milestone unit="para" ed="P"/>ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι
                     πένοντο</l><l n="349">τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·</l><l n="350">γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων</l><l n="351">ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.</l><l n="352">τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ</l><l n="353">πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·</l><l n="354">ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας</l><l n="355">ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·</l><l n="356">ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα</l><l n="357">ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·</l><l n="358">ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε</l><l n="359">πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.</l><l n="360">αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,</l><l n="361">ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,</l><l n="362">θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,</l><l n="363">ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.</l><l n="364">αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,</l><l n="365">ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,</l><l n="366">εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου</l><l n="367">καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="368">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="369">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="370">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="371">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="372">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="373">ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,</l><l n="374">ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.</l><l n="375"><milestone unit="para" ed="P"/>Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ</l><l n="376">χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,</l><l n="377">ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="378"><milestone unit="para" ed="P"/> τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος
                        ἀναύδῳ,</l><l n="379">θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;</l><l n="380">ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ</l><l n="381">δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.</l></q><l n="382"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="383">ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,</l><l n="384">πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="385">πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;</l><l n="386">ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,</l><l n="387">λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.</l></q><milestone n="388" unit="card" ed="p"/><l n="388"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="389">ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,</l><l n="390">ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.</l><l n="391">οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν</l><l n="392">ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.</l><l n="393">τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε</l><l n="394">φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·</l><l n="395">ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,</l><l n="396">καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.</l><l n="397">ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.</l><l n="398">πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα</l><l n="399">σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.</l><l n="400"><milestone unit="para" ed="P"/>ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="401">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="402">ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="403">νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,</l><l n="404">κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·</l><l n="405">αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ,</l><l n="407">βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="408">εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους</l><l n="409">οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.</l><l n="410">ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,</l><l n="411">ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,</l><l n="412">πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ</l><l n="413">ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·</l><l n="414">μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,</l><l n="415">δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς</l><l n="416">ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν</l><l n="417">τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.</l><l n="418">καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="419"><milestone unit="para" ed="P"/> σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς
                        ἐχάρημεν,</l><l n="420">ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·</l><l n="421">ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.</l></q><l n="422"><milestone unit="para" ed="P"/>ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς
                     ἐπέεσσι·</l><q type="unspecified"><l n="423">νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,</l><l n="424">κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·</l><l n="425">αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,</l><l n="426">ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης</l><l n="427">πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.</l></q><milestone n="428" unit="card" ed="p"/><l n="428"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.</l><l n="429">Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·</l><l n="430">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="431"><milestone unit="para" ed="P"/>ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε
                        τούτων;</l><l n="432">Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας</l><l n="433">ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,</l><l n="434">οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,</l><l n="435">ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο</l><l n="436">ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·</l><l n="437">τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.</l></q><l n="438"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,</l><l n="439">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,</l><l n="440">τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,</l><l n="441">καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι</l><l n="442">μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·</l><q type="unspecified"><l n="443"><milestone unit="para" ed="P"/>διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ
                        κελεύεις,</l><l n="444">αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·</l><l n="445">ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.</l></q><l n="446"><milestone unit="para" ed="P"/>ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.</l><l n="447">οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,</l><l n="448">ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.</l><l n="449"><milestone unit="para" ed="P"/>τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη</l><l n="450">ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,</l><l n="451">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·</l><l n="452">δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.</l><l n="453">οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,</l><l n="454">κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.</l><l n="455">ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="457"><milestone unit="para" ed="P"/>μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ
                        αὐτὴ</l><l n="458">ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,</l><l n="459">ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.</l><l n="460">ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,</l><l n="461">εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,</l><l n="462">οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν</l><l n="463">τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,</l><l n="464">αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν</l><l n="465">θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.</l></q><l n="466"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="467">ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="468">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="469">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="470">μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,</l><l n="471">καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·</l><q type="unspecified"><l n="472"><milestone unit="para" ed="P"/>δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος
                        αἴης,</l><l n="473">εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι</l><l n="474">οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="475" unit="card" ed="p"/><l n="475"><milestone unit="para" ed="P"/>ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="476">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="477">ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="478">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="479">οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.</l><l n="480">αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς</l><l n="481">γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·</l><l n="482">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="483"><milestone unit="para" ed="P"/>ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ
                        ὑπέστης,</l><l n="484">οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,</l><l n="485">ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ</l><l n="486">ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.</l></q><l n="487"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="488">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="489">μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.</l><l n="490">ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι</l><l n="491">εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,</l><l n="492">ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,</l><l n="493">μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·</l><l n="494">τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,</l><l n="495">οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.</l></q><l n="496"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ·</l><l n="497">κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ</l><l n="498">ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l><l n="499">αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,</l><l n="500">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="501"><milestone unit="para" ed="P"/>ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;</l><l n="502">εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.</l></q><milestone n="503" unit="card" ed="p"/><l n="503"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·</l><q type="unspecified"><l n="504">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="505">μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,</l><l n="506">ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας</l><l n="507">ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.</l><l n="508">ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,</l><l n="509">ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,</l><l n="510">μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,</l><l n="511">νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,</l><l n="512">αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.</l><l n="513">ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν</l><l n="514">Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,</l><l n="515">πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·</l><l n="516">ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,</l><l n="517">βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,</l><l n="518">ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,</l><l n="519">πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,</l><l n="520">τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.</l><l n="521">πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,</l><l n="522">ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,</l><l n="523">ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,</l><l n="524">Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ</l><l n="525">παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.</l><l n="526">αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,</l><l n="527">ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν</l><l n="528">εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι</l><l n="529">ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ</l><l n="530">ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.</l><l n="531">δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι</l><l n="532">μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,</l><l n="533">δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,</l><l n="534">ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·</l><l n="535">αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="536">ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα</l><l n="537">αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.</l><l n="538">ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,</l><l n="539">ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου</l><l n="540">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l></q><l n="541"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="542">ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·</l><l n="543">αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,</l><l n="544">λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ</l><l n="545">καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.</l><milestone n="546" unit="card" ed="p"/><l n="546">αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους</l><l n="547">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="548"><milestone unit="para" ed="P"/>μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,</l><l n="549">ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.</l></q><l n="550"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="551">οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.</l><l n="552">Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην</l><l n="553">ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·</l><l n="554">ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,</l><l n="555">ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.</l><l n="556">κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας</l><l n="557">ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν</l><l n="558">ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,</l><l n="559">ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν</l><l n="560">ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.</l><l n="561"><milestone unit="para" ed="P"/>ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·</l><q type="unspecified"><l n="562">φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν</l><l n="563">ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,</l><l n="564">εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης</l><l n="565">ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.</l></q><l n="566"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,</l><l n="567">ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·</l><l n="568">ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.</l><l n="569"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα
                     θαλάσσης</l><l n="570">ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,</l><l n="571">τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ</l><l n="572">ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,</l><l n="573">ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα</l><l n="574">ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;</l></q></div><div n="11" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><q type="unspecified"><l n="1">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,</l><l n="2">νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,</l><l n="3">ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="4">ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ</l><l n="5">βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.</l><l n="6">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="7">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="8">Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="9">ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l><l n="10">ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.</l><l n="11">τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·</l><l n="12">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.</l><l n="13"><milestone unit="para" ed="P"/>ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.</l><l n="14">ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,</l><l n="15">ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς</l><l n="16">ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,</l><l n="17">οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,</l><l n="18">οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,</l><l n="19">ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.</l><l n="20">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα</l><l n="21">εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο</l><l n="22">ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.</l><l n="23"><milestone unit="para" ed="P"/>ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε</l><l n="24">ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="25">βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,</l><l n="26">ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,</l><l n="27">πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,</l><l n="28">τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.</l><l n="29">πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,</l><l n="30">ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,</l><l n="31">ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,</l><l n="32">Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ</l><l n="33">παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.</l><l n="34">τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,</l><l n="35">ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα</l><l n="36">ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο</l><l n="37">ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.</l><l n="38">νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες</l><l n="39">παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,</l><l n="40">πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,</l><l n="41">ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·</l><l n="42">οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος</l><l n="43">θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.</l><l n="44">δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="45">μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,</l><l n="46">δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,</l><l n="47">ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·</l><l n="48">αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>