<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.25-10.77</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.25-10.77</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="25">αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,</l><l n="26">ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="27">ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.</l><l n="28"><milestone unit="para" ed="P"/>ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,</l><l n="29">τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,</l><l n="30">καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·</l><l n="31">ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,</l><l n="32">αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ</l><l n="33">δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·</l><l n="34">οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="35">καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι</l><l n="36">δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.</l><l n="37">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="38"><milestone unit="para" ed="P"/>ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός
                        ἐστιν</l><l n="39">ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.</l><l n="40">πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ</l><l n="41">ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες</l><l n="42">οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·</l><l n="43">καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι</l><l n="44">Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,</l><l n="45">ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·</l><l n="47">ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.</l><l n="48">τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα</l><l n="49">κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε</l><l n="50">ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,</l><l n="51">ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,</l><l n="52">ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.</l><l n="53">ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ</l><l n="54">κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ</l><l n="55">αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.</l><l n="56"><milestone unit="para" ed="P"/>ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ
                     ὕδωρ,</l><l n="57">αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.</l><l n="58">αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,</l><l n="59">δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον</l><l n="60">βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον</l><l n="61">δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.</l><l n="62">ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ</l><l n="63">ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·</l><q type="unspecified"><l n="64"><milestone unit="para" ed="P"/>πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε
                        δαίμων;</l><l n="65">ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο</l><l n="66">πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.</l></q><l n="67"><milestone unit="para" ed="P"/>ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος
                     κῆρ·</l><q type="unspecified"><l n="68">ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος</l><l n="69">σχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.</l></q><l n="70"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,</l><l n="71">οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="72"><milestone unit="para" ed="P"/>ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·</l><l n="73">οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν</l><l n="74">ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·</l><l n="75">ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.</l></q><l n="76"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.</l><l n="77">ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>