<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.234-10.263</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.234-10.263</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="234">ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν</l><l n="235">οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ</l><l n="236">φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.</l><l n="237">αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα</l><l n="238">ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.</l><l n="239">οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε</l><l n="240">καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.</l><l n="241">ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη</l><l n="242">πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης</l><l n="243">ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.</l><l n="244"><milestone unit="para" ed="P"/>Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν</l><l n="245">ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.</l><l n="246">οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,</l><l n="247">κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε</l><l n="248">δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.</l><l n="249">ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,</l><l n="250">καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·</l><q type="unspecified"><l n="251"><milestone unit="para" ed="P"/>ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ
                        Ὀδυσσεῦ·</l><l n="252">εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ</l><l n="253">ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.</l><l n="254">ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,</l><l n="255">ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.</l><l n="256">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="257">καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·</l><l n="258">αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.</l><l n="259">οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν</l><l n="260">ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.</l></q><milestone n="261" unit="card" ed="p"/><l n="261"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος
                     ἀργυρόηλον</l><l n="262">ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·</l><l n="263">τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>